Thesauros Literature Tragedy Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Stasimon 1

[Choral 1]
Παλαίχθονος τέκος, κλῦθί μου
Χορός
πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
 
ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον, 350
 
λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις
 
ἠλιβάτοις, ἵνʼ ἀλκᾷ πίσυνος μέμυ-
 
κε φράζουσα βοτῆρι μόχθους.
Βασιλεύς
ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον
 
νεύονθʼ ὅμιλον τόνδʼ ἀγωνίων θεῶν. 355
 
εἴη δʼ ἄνατον πρᾶγμα τοῦτʼ ἀστοξένων.
 
μηδʼ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει
 
νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις.
Χορός
ἴδοιτο δῆτʼ ἄνατον φυγὰν
 
ἱκεσία Θέμις Διὸς κλαρίου. 360
 
σὺ δὲ παρʼ ὀψιγόνου μάθε γεραιόφρων·
 
ποτιτρόπαιον αἰδόμενος οὖνπερ
 
ἱεροδόκα
 
θεῶν λήματʼ ἀπʼ ἀνδρὸς ἁγνοῦ.
Βασιλεύς
οὔτοι κάθησθε δωμάτων ἐφέστιοι 365
 
ἐμῶν. τὸ κοινὸν δʼ εἰ μιαίνεται πόλις,
 
ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.
 
ἐγὼ δʼ ἂν οὐ κραίνοιμʼ ὑπόσχεσιν πάρος,
 
ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.
[Choral 2]
σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον. 370
Χορός
πρύτανις ἄκριτος ὤν,
 
κρατύνεις βωμόν, ἑστίαν χθονός,
 
μονοψήφοισι νεύμασιν σέθεν,
 
μονοσκήπτροισι δʼ ἐν θρόνοις χρέος
 
πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου. 375
Βασιλεύς
ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,
 
ὑμῖν δʼ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ.
 
οὐδʼ αὖ τόδʼ εὖφρον, τάσδʼ ἀτιμάσαι λιτάς.
 
ἀμηχανῶ δὲ καὶ φόβος μʼ ἔχει φρένας
 
δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν. 380
Χορός
τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,
 
φύλακα πολυπόνων
 
βροτῶν, οἳ τοῖς πέλας προσήμενοι
 
δίκας οὐ τυγχάνουσιν ἐννόμου.
 
μένει τοι Ζηνὸς ἱκταίου κότος 385
 
δυσπαραθέλκτους παθόντος οἴκτοις.
Βασιλεύς
εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν
 
νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους
 
εἶναι, τίς ἂν τοῖσδʼ ἀντιωθῆναι θέλοι;
 
δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, 390
 
ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ.
[Choral 3]
μή τί ποτʼ οὖν γενοίμαν ὑποχείριος
Χορός
κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
 
μῆχαρ ὁρίζομαι γάμου δύσφρονος
 
φυγάν· ξύμμαχον δʼ ἑλόμενος δίκαν 395
 
κρῖνε σέβας τὸ πρὸς θεῶν.
Βασιλεύς
οὐκ εὔκριτον τὸ κρῖμα. μή μʼ αἱροῦ κριτήν.
 
εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε
 
πράξαιμʼ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε
 
εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι, 400
 
ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν.
Χορός
ἀμφοτέρους ὁμαίμων τάδʼ ἐπισκοπεῖ
 
Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως
 
ἄδικα μὲν κακοῖς, ὅσια δʼ ἐννόμοις.
 
τί τῶνδʼ ἐξ ἴσου ῥεπομένων μεταλ- 405
 
γεῖς τὸ δίκαιον ἔρξας;
Βασιλεύς
δεῖ τοι βαθείας φροντίδος σωτηρίου,
 
δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν
 
δεδορκὸς ὄμμα, μηδʼ ἄγαν ᾠνωμένον,
 
ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει, 410
 
αὐτοῖσί θʼ ἡμῖν ἐκτελευτήσει καλῶς,
 
καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται
 
μήτʼ ἐν θεῶν ἕδραισιν ὧδʼ ἱδρυμένας
 
ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν
 
βαρὺν ξύνοικον θησόμεσθʼ ἀλάστορα, 415
 
ὃς οὐδʼ ἐν Ἅιδου τὸν θανόντʼ ἐλευθεροῖ.
 
μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;
[Choral 4]
φρόντισον καὶ γενοῦ
Χορός
πανδίκως εὐσεβὴς
 
πρόξενος· τὰν φυγάδα μὴ προδῷς, 420
 
τὰν ἕκαθεν ἐκβολαῖς
 
δυσθέοις ὀρμέναν·
 
μηδʼ ἴδῃς μʼ ἐξ ἑδρᾶν
 
πολυθέων ῥυσια-
 
σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός. 425
 
γνῶθι δʼ ὕβριν ἀνέρων
 
καὶ φύλαξαι κότον.
[Choral 5]
μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν
Χορός
ἀπὸ βρετέων βίᾳ
 
δίκας ἀγομέναν 430
 
ἱππηδὸν ἀμπύκων,
 
πολυμίτων πέπλων τʼ ἐπιλαβὰς ἐμῶν.
 
ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις,
 
ὁπότερʼ ἂν κτίσῃς,
 
μένει ἄρ ἐκτίνειν 435
 
ὁμοιΐαν θέμιν.
 
τάδε φράσαι δίκαια Διόθεν κράτη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme