Thesauros Literature Tragedy Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Epeisodion 1

Δαναός
τορῶς λέγουσαι τάσδʼ ἀναιμάκτους φυγάς.
 
φθογγῇ δʼ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
 
τὸ μὴ μάταιον δʼ ἐκ μετωποσωφρόνων
 
ἴτω προσώπων ὄμματος παρʼ ἡσύχου.
 
καὶ μὴ πρόλεσχος μηδʼ ἐφολκὸς ἐν λόγῳ 200
 
γένῃ. τὸ τῇδε κάρτʼ ἐπίφθονον γένος.
 
μέμνησο δʼ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.
 
θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
Χορός
πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.
 
φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν 205
 
κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι·
Δαναός
ἴδοιτο δῆτα πρευμενοῦς ἀπʼ ὄμματος·
Χορός
θέλοιμʼ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
Δαναός
μή νυν σχόλαζε, μηχανῆς δʼ ἔστω κράτος.
Χορός
ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας. 210
Δαναός
κείνου θέλοντος εὖ τελευτήσει τάδε.
Χορός
Δαναός
καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.
Χορός
καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—
Δαναός
ἁγνόν τʼ Ἀπόλλω, φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν.
← Önceki Epeisodion 1 · 2 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme