Thesauros Literature Tragedy Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Stasimon 6

[Choral 2]
αἰαῖ αἰαῖ.
 
αἲ γὰρ δυσπαλάμως ὄλοιο
 
διʼ ἁλίρρυτον ἄλσος,
 
κατὰ Σαρπηδόνιον
 
χῶμα πολύψαμμον ἀλαθεὶς 870
 
Εὐρεΐαισιν αὔραις.
Κῆρυξ
ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.
 
Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ.
 
ἴυζε καὶ
 
βόα, χέον πικρότερον οἰζύος νόμον. 875
 
οἰοῖ οἰοῖ,
 
λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων
 
περί, χάμψα, βρυάζεις·
 
ὃς ἐπωπᾷ σʼ, ὁ μέγας
 
Νεῖλος, ὑβρίζοντά σʼ ἀποτρέ- 880
 
ψειεν ἄιστον ὕβριν.
 
βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον
 
ὅσον τάχιστα· μηδέ τις σχολαζέτω.
 
ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμʼ ἅζεται.
[Choral 3]
οἰοῖ, πάτερ, βρέτεος ἄρος 885
← Önceki Stasimon 6 · 3 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme