Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 4

Ἰάσων
ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς
 
οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι
 
τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι.
Μήδεια
Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
 
συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν 870
 
εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα.
 
ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην
 
κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι
 
καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
 
ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι 875
 
πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,
 
γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
 
ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
 
θυμοῦ—τί πάσχω;—θεῶν ποριζόντων καλῶς;
 
οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα 880
 
φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
 
ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίαν
 
πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
 
νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖς
 
κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων, 885
 
ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων,
 
καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχει
 
νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.
 
ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
 
γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς, 890
 
οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.
 
παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν
 
τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε·
 
ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας,
 
ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε 895
 
πατέρα μεθ’ ἡμῶν, καὶ διαλλάχθηθ’ ἅμα
 
τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·
 
σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.
 
λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν
 
ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων. 900
 
ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον
 
φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ,
 
ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
 
χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη
 
ὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων. 905
Χορός
κἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ·
 
καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.
Ἰάσων
αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι·
 
εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος
 
γάμου παρεμπολῶντος ἀλλοίου πόσει. 910
 
ἀλλ’ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ,
 
ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ,
 
βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.
 
ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ
 
πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν· 915
 
οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας
 
τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.
 
ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται
 
πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής·
 
ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος 920
 
μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.
 
αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,
 
στρέψασα λευκὴν ἔμπαλιν παρηίδα;
 
κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;
Μήδεια
οὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι. 925
Ἰάσων
θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι.
Μήδεια
δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις·
 
γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.
Ἰάσων
τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις;
Μήδεια
ἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα, 930
 
ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε.
 
ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους,
 
τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι.
 
ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ—
 
κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γιγνώσκω καλῶς, 935
 
μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς
 
ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις—
 
ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ,
 
παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί,
 
αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα. 940
Ἰάσων
οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.
Μήδεια
σὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς
 
γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.
Ἰάσων
μάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ.
Μήδεια
εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία. 945
 
συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·
 
πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεται
 
τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ,
 
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον
 
παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν 950
 
κόσμον κομίζειν δεῦρο προσπόλων τινά.
 
εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία,
 
ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτου
 
κεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιος
 
πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς. 955
 
λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας
 
καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε
 
φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.
Ἰάσων
τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;
 
δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων, 960
 
δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε.
 
εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς
 
γυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ.
Μήδεια
μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·
 
χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς. 965
 
κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός,
 
νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰς
 
ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον.
 
ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους
 
πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν, 970
 
ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα,
 
κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ—
 
ἐς χεῖρ’ ἐκείνης δῶρα δέξασθαι τάδε.
 
ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖν
 
εὐάγγελοι γένοισθε πράξαντες καλῶς. 975

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme