Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Stasimon 3

[Episode]
ἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξ
Χορός
πελάσειε δόμοις, ὧν τ’ ἐπίνοιαν 760
 
σπεύδεις κατέχων πράξειας, ἐπεὶ
 
γενναῖος ἀνήρ,
 
Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι.
Μήδεια
ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,
 
νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι, 765
 
γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν·
 
νῦν δ’ ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.
 
οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομεν
 
λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·
 
ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων, 770
 
μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.
 
ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
 
λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.
 
πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα
 
ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι· 775
 
μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους,
 
ὡς καὶ δοκεῖ μοι ταὐτά, καὶ καλῶς ἔχειν
 
γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει·
 
καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα.
 
παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι, 780
 
οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸς
 
ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,
 
ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
 
πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν,
 
νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα, 785
 
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·
 
κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,
 
κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης·
 
τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
 
ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον· 790
 
ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον
 
τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ
 
τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·
 
δόμον τε πάντα συγχέασ’ Ἰάσονος
 
ἔξειμι γαίας, φιλτάτων παίδων φόνον 795
 
φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον.
 
οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.
 
ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς
 
οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν.
 
ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον 800
 
δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις
 
πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.
 
οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
 
ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
 
νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴν 805
 
θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
 
μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
 
μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου,
 
βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·
 
τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος. 810
Χορός
ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον,
 
σέ τ’’ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶν
 
ξυλλαμβάνουσα, δρᾶν σ’ ἀπεννέπω τάδε.
Μήδεια
οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν
 
τάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς. 815
Χορός
ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;
Μήδεια
οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.
Χορός
σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή.
Μήδεια
ἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι.
 
ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα· 820
 
ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα.
 
λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,
 
εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς.
[Choral 1]
Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι
Χορός
καὶ θεῶν παῖδες μακάρων, ἱερᾶς 825
 
χώρας ἀπορθήτου τ’ ἄπο, φερβόμενοι
 
κλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτου
 
βαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ’ ἁγνὰς 830
 
ἐννέα Πιερίδας Μούσας λέγουσι
 
ξανθὰν Ἁρμονίαν φυτεῦσαι·
 
τοῦ καλλινάου τ’ ἐπὶ Κηφισοῦ ῥοαῖς 835
 
τὰν Κύπριν κλῄζουσιν ἀφυσσαμέναν
 
χώραν καταπνεῦσαι μετρίας ἀνέμων
 
ἡδυπνόους αὔρας· αἰεὶ δ’ ἐπιβαλλομέναν 840
 
χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων
 
τᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας,
 
παντοίας ἀρετᾶς ξυνεργούς. 845
[Choral 2]
πῶς οὖν ἱερῶν ποταμῶν
Χορός
ἢ πόλις; ἦ φίλων
 
πόμπιμός σε χώρα
 
τὰν παιδολέτειραν ἕξει,
 
τὰν οὐχ ὁσίαν μετ’ ἄλλων; 850
 
σκέψαι τεκέων πλαγάν,
 
σκέψαι φόνον οἷον αἴρῃ.
 
μή, πρὸς γονάτων σε πάντη
 
πάντως ἱκετεύομεν,
 
τέκνα φονεύσῃς. 855
 
πόθεν θράσος ἢ φρενὸς ἢ
 
χειρὶ τέκνων σέθεν
 
καρδίᾳ τε λήψῃ
 
δεινὰν προσάγουσα τόλμαν;
 
πῶς δ’ ὄμματα προσβαλοῦσα 860
 
τέκνοις ἄδακρυν μοῖραν
 
σχήσεις φόνου; οὐ δυνάσῃ,
 
παίδων ἱκετᾶν πιτνόντων,
 
τέγξαι χέρα φοινίαν
 
τλάμονι θυμῷ. 865

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme