Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 3

Αἰγεύς
Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον
 
κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
Μήδεια
ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος, 665
 
Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;
Αἰγεύς
Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
Μήδεια
τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;
Αἰγεύς
παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.
Μήδεια
πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον; 670
Αἰγεύς
ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.
Μήδεια
δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν;
Αἰγεύς
οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
Μήδεια
τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
Αἰγεύς
σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη. 675
Μήδεια
θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
Αἰγεύς
μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
Μήδεια
τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.
Αἰγεύς
ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα—
Μήδεια
πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα; 680
Αἰγεύς
πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.
Μήδεια
σὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;
Αἰγεύς
Πιτθεύς τις ἔστι, γῆς ἄναξ Tροζηνίας. . . .
Μήδεια
παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.
Αἰγεύς
τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω. 685
Μήδεια
σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.
Αἰγεύς
κἀμοί γε πάντων φίλτατος δορυξένων.
Μήδεια
ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.
Αἰγεύς
τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;
Μήδεια
Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις. 690
Αἰγεύς
τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
Μήδεια
ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
Αἰγεύς
τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
Μήδεια
γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.
Αἰγεύς
οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε; 695
Μήδεια
σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
Αἰγεύς
πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;
Μήδεια
μέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις.
Αἰγεύς
ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.
Μήδεια
ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν. 700
Αἰγεύς
δίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον.
Μήδεια
Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
Αἰγεύς
συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι.
Μήδεια
ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.
Αἰγεύς
πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν. 705
Μήδεια
Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας.
Αἰγεύς
ἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα.
Μήδεια
λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.
 
ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος
 
γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι, 710
 
οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα
 
καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς,
 
δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.
 
οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος
 
γένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις. 715
 
εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε·
 
παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς
 
σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα.
Αἰγεύς
πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,
 
γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν, 720
 
ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς·
 
ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.
 
οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,
 
πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
 
τόσον γε μέντοι σοι προσημαίνω, γύναι· 725
 
ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι,
 
αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους,
 
μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.
 
ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα·
 
ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω. 730
Μήδεια
ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι
 
τούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς.
Αἰγεύς
μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;
Μήδεια
πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος
 
Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς 735
 
ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ·
 
λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
 
φίλος γένοι’ ἂν τἀπικηρυκεύματα·—
 
οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,
 
τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός. 740
Αἰγεύς
πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν·
 
ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι.
 
ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα,
 
σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,
 
τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς. 745
Μήδεια
ὄμνυ πέδον Γῆς, πατέρα θ’ Ἥλιον πατρὸς
 
τοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος.
Αἰγεύς
τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
Μήδεια
μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε,
 
μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν 750
 
χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.
Αἰγεύς
ὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέβας
 
θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.
Μήδεια
ἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις;
Αἰγεύς
ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν. 755
Μήδεια
χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.
 
κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι,
 
πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme