Epeisodion 3
Αἰγεύς
Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον
κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
Μήδεια
ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,
665
Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;
Αἰγεύς
Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
Μήδεια
τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;
Αἰγεύς
παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.
Μήδεια
πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον;
670
Αἰγεύς
ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.
Μήδεια
δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν;
Αἰγεύς
οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
Μήδεια
τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
Αἰγεύς
σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη.
675
Μήδεια
θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
Αἰγεύς
μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
Μήδεια
τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.
Αἰγεύς
ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα—
Μήδεια
πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα;
680
Αἰγεύς
πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.
Μήδεια
σὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;