Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 2

Ἰάσων
ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις
 
τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;
 
οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.
 
ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης
 
εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε, 570
 
ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος,
 
τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα
 
τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς
 
παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος·
 
χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν. 575
Χορός
Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους·
 
ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ,
 
δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.
Μήδεια
ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.
 
ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν 580
 
πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει·
 
γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν,
 
τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός.
 
ὡς καὶ σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ
 
λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος· 585
← Önceki Epeisodion 2 · 7 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme