Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 2

Ἰάσων
ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν,
 
Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας
 
σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.
 
σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός—ἀλλ’ ἐπίφθονος
 
λόγος διελθεῖν, ὡς Ἔρως σ’ ἠνάγκασε 530
 
τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας.
 
ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν·
 
ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει.
 
μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας
 
εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω. 535
 
πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς
 
γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι
 
νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·
 
πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴν
 
καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις 540
 
ὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν.
 
εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις
 
μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος,
 
εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι.
 
τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι 545
← Önceki Epeisodion 2 · 5 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme