Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Stasimon 1

[Episode]
δύστανε γύναι,
Χορός
φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων.
 
ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν;
 
ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶν 360
 
ἐξευρήσεις;
 
ὡς εἰς ἄπορόν σε κλύδωνα θεός,
 
Μήδεια, κακῶν ἐπόρευσε.
Μήδεια
κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;
 
ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω. 365
 
ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
 
καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.
 
δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε,
 
εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;
 
οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν. 370
 
ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο,
 
ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα
 
γῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέραν
 
μεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
 
θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν. 375
 
πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,
← Önceki bölüm Stasimon 1 · 1 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme