Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 1

Μήδεια
Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων,
 
μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν 215
 
σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,
 
τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς
 
δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν.
 
δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν,
 
ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς 220
 
στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. . . .
 
χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει . . .
 
οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼς
 
πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.
 
ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε 225
 
ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου
 
χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι.
 
ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς,
 
κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις.
 
πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει 230
 
γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·
 
ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ
 
πόσιν πρίασθαι, δεσπότην τε σώματος
 
λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν.
 
κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν 235
 
ἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ
 
γυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν.
 
ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην
 
δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,
 
ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ. 240
 
κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ
 
πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν,
 
ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.
 
ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,
 
ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης· 245
 
ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς·
 
ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.
 
λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον
 
ζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί·
 
κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα 250
 
στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
 
ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος·
 
σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι
 
βίου τ’ ὄνησις καὶ φίλων συνουσία,
 
ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι 255
 
πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη,
 
οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ
 
μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.
 
τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,
 
ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ 260
 
πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν,
 
τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματο
 
σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
 
κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·
 
ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ, 265
 
οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.
Χορός
δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν,
 
Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας.
 
ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς,
 
στείχοντα, καινῶν ἄγγελον βουλευμάτων. 270
Κρέων
σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,
 
Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶν
 
φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα·
 
καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου
 
τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν, 275
 
πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.
Μήδεια
αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι.
 
ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,
 
κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.
 
ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ ὅμως· 280
 
τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον;
Κρέων
δέδοικά σ’—οὐδὲν δεῖ παραμπίσχειν λόγους—
 
μή μοί τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν.
 
συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος·
 
σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις, 285
 
λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.
 
κλύω δ’ ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι,
 
τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην
 
δράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι.
 
κρεῖσσον δέ μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι, 290
 
ἢ μαλθακισθένθ’ ὕστερον μέγα στένειν.
Μήδεια
φεῦ φεῦ.
 
οὐ νῦν με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον,
 
ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά.
 
χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ
 
παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς· 295
 
χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας
 
φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.
 
σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ
 
δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·
 
τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον 300
 
κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.
 
ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης.
 
σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος,
 
τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,
 
τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή. 305
 
σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς;
 
οὐχ ὧδ’ ἔχει μοι—μὴ τρέσῃς ἡμᾶς, Κρέον—
 
ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.
 
σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην
 
ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν 310
 
μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε.
 
καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·
 
νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα
 
ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι
 
σιγησόμεσθα, κρεισσόνων νικώμενοι. 315
Κρέων
λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν
 
ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν,
 
τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι·
 
γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ,
 
ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός. 320
 
ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε·
 
ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως
 
μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.
Μήδεια
μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης.
Κρέων
λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ. 325
Μήδεια
ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;
Κρέων
φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.
Μήδεια
ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.
Κρέων
πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.
Μήδεια
φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα. 330
Κρέων
ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.
Μήδεια
Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν.
Κρέων
ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων.
Μήδεια
πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.
Κρέων
τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ. 335
Μήδεια
μὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ αἰτοῦμαι, Κρέον . . .
Κρέων
ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι.
Μήδεια
φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν.
Κρέων
τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός;
Μήδεια
μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέραν 340
 
καὶ ξυμπερᾶναι φροντίδ’ ᾗ φευξούμεθα,
 
παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ
 
οὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις.
 
οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ
 
πέφυκας· εἰκὸς δ’ ἐστὶν εὔνοιάν σ’ ἔχειν. 345
 
τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα,
 
κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους.
Κρέων
ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν,
 
αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα·
 
καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι, 350
 
ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι,
 
εἴ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ
 
καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός,
 
θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε.
 
νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν· 355
 
οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme