Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Stasimon 5

[Episode]
πολλάκις ἤδη
Χορός
διὰ λεπτοτέρων μύθων ἔμολον
 
καὶ πρὸς ἁμίλλας ἦλθον μείζους
 
ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν·
 
ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν, 1085
 
ἣ προσομιλεῖ σοφίας ἕνεκεν·
 
πάσαισι μὲν οὔ· παῦρον δὲ δὴ
 
γένος ἐν πολλαῖς εὕροις ἂν ἴσως
 
κοὐκ ἀπόμουσον τὸ γυναικῶν.
 
καί φημι βροτῶν οἵτινές εἰσιν 1090
 
πάμπαν ἄπειροι μηδ’ ἐφύτευσαν
 
παῖδας, προφέρειν εἰς εὐτυχίαν
 
τῶν γειναμένων.
 
οἱ μὲν ἄτεκνοι δι’ ἀπειροσύνην
 
εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν 1095
 
παῖδες τελέθουσ’ οὐχὶ τυχόντες
 
πολλῶν μόχθων ἀπέχονται·
 
οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις
 
γλυκερὸν βλάστημ’, ὁρῶ μελέτῃ
 
κατατρυχομένους τὸν ἅπαντα χρόνον, 1100
 
πρῶτον μὲν ὅπως θρέψουσι καλῶς
 
βίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις·
 
ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροις
 
εἴτ’ ἐπὶ χρηστοῖς
 
μοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον.
 
ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη 1105
 
πᾶσιν κατερῶ θνητοῖσι κακόν·
 
καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον
 
σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων
 
χρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαι
 
δαίμων οὕτως, φροῦδος ἐς Ἅιδην 1110
 
θάνατος προφέρων σώματα τέκνων.
 
πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις
 
τήνδ’ ἔτι λύπην ἀνιαροτάτην
 
παίδων ἕνεκεν
 
θνητοῖσι θεοὺς ἐπιβάλλειν; 1115
Μήδεια
φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην
 
καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.
 
καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος
 
στείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένον
 
δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν. 1120
Ἄγγελος
ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,
 
Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν
 
λιποῦσ’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ.
Μήδεια
τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;
Ἄγγελος
ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη 1125
 
Κρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.
Μήδεια
κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις
 
τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.
Ἄγγελος
τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι,
 
ἥτις, τυράννων ἑστίαν ᾐκισμένη, 1130
 
χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;
Μήδεια
ἔχω τι κἀγὼ τοῖς γε σοῖς ἐναντίον
 
λόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου, φίλος,
 
λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
 
τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως. 1135
Ἄγγελος
ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ
 
σὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους,
 
ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς
 
δμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγος
 
σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν. 1140
 
κυνεῖ δ’ ὃ μέν τις χεῖρ’, ὃ δὲ ξανθὸν κάρα
 
παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο
 
στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην.
 
δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,
 
πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα, 1145
 
πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα·
 
ἔπειτα μέντοι προὐκαλύψατ’ ὄμματα
 
λευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα,
 
παίδων μυσαχθεῖσ’ εἰσόδους· πόσις δὲ σὸς
 
ὀργάς τ’ ἀφῄρει καὶ χόλον νεάνιδος 1150
 
λέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις,
 
παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,
 
φίλους νομίζουσ’ οὕσπερ ἂν πόσις σέθεν,
 
δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς
 
φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’, ἐμὴν χάριν; 1155
 
ἣ δ’ ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,
 
ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων
 
μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, σέθεν
 
λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,
 
χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις 1160
 
λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,
 
ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
 
κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεται
 
στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί,
 
δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις 1165
 
τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
 
τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν·
 
χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν
 
χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
 
θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν. 1170
 
καί τις γεραιὰ προσπόλων, δόξασά που
 
ἢ Πανὸς ὀργὰς ἢ τινὸς θεῶν μολεῖν,
 
ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμα
 
χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο
 
κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ· 1175
 
εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
 
κωκυτόν. εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμους
 
ὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν
 
φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
 
στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν. 1180
 
ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου
 
ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο,
 
ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
 
δεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο.
 
διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο· 1185
 
χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
 
θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
 
πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
 
λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
 
φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη, 1190
 
σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε,
 
ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως
 
σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην
 
ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
 
πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη, 1195
 
πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·
 
οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
 
οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου
 
ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
 
σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ 1200
 
γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον,
 
δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖν
 
νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
 
πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ
 
ἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ· 1205
 
ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέρας
 
κυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ,
 
τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε;
 
τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
 
τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον. 1210
 
ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
 
χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
 
προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης
 
λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα·
 
ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ, 1215
 
ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι,
 
σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων.
 
χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος
 
ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.
 
κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ 1220
 
πέλας, ποθεινὴ δακρύοισι συμφορά.
 
καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
 
γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν.
 
τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
 
οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν 1225
 
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
 
τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
 
θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
 
ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος
 
ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ. 1230
Χορός
ἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳ
 
κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.
 
ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν,
 
κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους
 
οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος. 1235
Μήδεια
φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι
 
παῖδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός,
 
καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα
 
ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί.
 
πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή, 1240
 
ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν.
 
ἀλλ’ εἶ’ ὁπλίζου, καρδία. τί μέλλομεν
 
τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;
 
ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,
 
λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου, 1245
 
καὶ μὴ κακισθῇς μηδ’ ἀναμνησθῇς τέκνων,
 
ὡς φίλταθ’, ὡς ἔτικτες· ἀλλὰ τήνδε γε
 
λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν,
 
κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμως
 
φίλοι γ’ ἔφυσαν—δυστυχὴς δ’ ἐγὼ γυνή. 1250
[Choral 1]
ἰὼ Γᾶ τε καὶ παμφαὴς
Χορός
ἀκτὶς Ἀελίου, κατίδετ’ ἴδετε τὰν
 
ὀλομέναν γυναῖκα, πρὶν φοινίαν
 
τέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον·
 
τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶς 1255
 
ἔβλαστεν, θεοῦ δ’ αἷμά τι πίτνειν
 
φόβος ὑπ’ ἀνέρων.
 
ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ-
 
γε κατάπαυσον, ἔξελ’ οἴκων φονίαν
 
τάλαινάν τ’ Ἐρινὺν ὑπ’ ἀλαστόρων. 1260
 
μάταν μόχθος ἔρρει τέκνων,
 
ἆρα μάταν γένος φίλιον ἔτεκες, ὦ
 
κυανεᾶν λιποῦσα Συμπληγάδων
 
πετρᾶν ἀξενωτάταν ἐσβολάν;
 
δειλαία, τί σοι φρενῶν βαρὺς 1265
 
χόλος προσπίτνει καὶ δυσμενὴς
 
φόνος; ἀμείβεται
 
χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά-
 
σματα ἐπὶ γαῖαν αὐτοφόνταις ξυνῳ-
 
δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις ἄχη. 1270
[Choral]
αἰαῖ. 1270
[Choral 2]
—ἀκούεις βοὰν ἀκούεις τέκνων;
Χορός
—ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι.
Παῖδες
—οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας;
 
—οὐκ οἶδ’, ἄδελφε φίλτατ’· ὀλλύμεσθα γάρ.
Χορός
παρέλθω δόμους; ἀρῆξαι φόνον 1275
 
δοκεῖ μοι τέκνοις.
Παῖδες
—ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ.
 
—ὡς ἐγγὺς ἤδη γ’ ἐσμὲν ἀρκύων ξίφους.
Χορός
—τάλαιν’, ὡς ἄρ’ ἦσθα πέτρος ἢ σίδα-
 
ρος, ἅτις τέκνων 1280
 
ὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίρᾳ κτενεῖς.
 
—μίαν δὴ κλύω μίαν τῶν πάρος
 
γυναῖκ’ ἐν φίλοις χέρα βαλεῖν τέκνοις·
 
Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ ἡ Διὸς
 
δάμαρ νιν ἐξέπεμψε δωμάτων ἄλῃ· 1285
 
πίτνει δ’ ἁ τάλαιν’ ἐς ἅλμαν φόνῳ
 
τέκνων δυσσεβεῖ,
 
ἀκτῆς ὑπερτείνασα ποντίας πόδα,
 
δυοῖν τε παίδοιν συνθανοῦσ’ ἀπόλλυται.
 
τί δῆτ’ οὖν γένοιτ’ ἂν ἔτι δεινόν; ὦ 1290
 
γυναικῶν λέχος
 
πολύπονον, ὅσα βροτοῖς ἔρεξας ἤδη κακά.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme