Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Stasimon 4

[Choral 1]
νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας,
Χορός
οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη.
 
δέξεται νύμφα χρυσέων ἀναδεσμῶν
 
δέξεται δύστανος ἄταν·
 
ξανθᾷ δ’ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα 980
 
κόσμον αὐτὰ χεροῖν. λαβοῦσα.
 
πείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλων
 
χρυσέων τευκτὸν στέφανον περιθέσθαι·
 
νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει. 985
 
τοῖον εἰς ἕρκος πεσεῖται
 
καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’
 
οὐχ ὑπεκφεύξεται.
[Choral 2]
σὺ δ’, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων, 990
Χορός
παισὶν οὐ κατειδὼς
 
ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τε
 
σᾷ στυγερὸν θάνατον.
 
δύστανε μοίρας ὅσον παροίχῃ. 995
 
μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων
 
μᾶτερ, ἃ φονεύσεις
 
τέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅ
 
σοι προλιπὼν ἀνόμως 1000
 
ἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme