Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Prologos

Παιδαγωγός
δέσποιναν—ἡσύχαζε καὶ σίγα λόγον.
Τροφός
ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ;
 
ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός·
 
ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται.
Παιδαγωγός
τίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε, 85
 
ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,
 
οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν,
 
εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ.
Τροφός
ἴτ’—εὖ γὰρ ἔσται—δωμάτων ἔσω, τέκνα.
 
σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε 90
 
καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.
 
ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην
 
τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται
 
χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινα . . .
 
ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι. 95
← Önceki Prologos · 5 / 5 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme