Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Prologos

Τροφός
σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος,
 
ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ,
 
κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.
 
δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼν
 
ἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται. 45
 
ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
 
στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι
 
κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.
Παιδαγωγός
παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς,
 
τί πρὸς πύλαισι τήνδ’ ἄγουσ’ ἐρημίαν 50
 
ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά;
 
πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;
Τροφός
τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,
 
χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν
 
κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται. 55
 
ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος,
 
ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ
 
λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.
Παιδαγωγός
οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;
Τροφός
ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ. 60
← Önceki Prologos · 3 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme