Thesauros Literature Tragedy Μήδεια

Μήδεια

Μήδεια Euripides

Prologos

Τροφός
Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
 
Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,
 
μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
 
τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας
 
ἀνδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέρας 5
 
Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ
 
Μήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίας
 
ἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος·
 
οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
 
πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν 10
 
ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν
 
φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα,
 
αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι·
 
ἥπερ μεγίστη γίγνεται σωτηρία,
 
ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ. 15
 
νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.
 
προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν
 
γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,
 
γήμας Κρέοντος παῖδ’, ὃς αἰσύμνᾷ χθονός·
 
Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη 20
Prologos · 1 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme