Thesauros Literature Tragedy Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Epeisodion 3

Οἰδίπους
ἰὼ πόλις.
Χορός
τί δρᾷς, ὦ ξένʼ; οὐκ ἀφήσεις; τάχʼ εἰς βάσανον εἶ χερῶν.
Κρέων
εἴργου. 835
Χορός
σοῦ μὲν οὔ, τάδε γε μωμένου. 835
Κρέων
πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ.
Οἰδίπους
οὐκ ἠγόρευον ταῦτʼ ἐγώ;
Χορός
μέθες χεροῖν
 
τὴν παῖδα θᾶσσον.
Κρέων
μὴ ʼπίτασσʼ ἃ μὴ κρατεῖς.
Χορός
χαλᾶν λέγω σοι. 840
Κρέων
σοὶ δʼ ἔγωγʼ ὁδοιπορεῖν. 840
Χορός
πρόβαθʼ ὧδε, βᾶτε βᾶτʼ, ἔντοποι·
 
πόλις ἐναίρεται, πόλις ἐμά, σθένει· πρόβαθʼ ὧδέ μοι.
Ἀντιγόνη
ἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι.
Οἰδίπους
ποῦ, τέκνον, εἴ μοι;
Ἀντιγόνη
πρὸς βίαν πορεύομαι.
Οἰδίπους
ὄρεξον, ὦ παῖ, χεῖρας. 845
Ἀντιγόνη
ἀλλʼ οὐδὲν σθένω. 845
Κρέων
οὐκ ἄξεθʼ ὑμεῖς;
Οἰδίπους
ὦ τάλας ἐγώ, τάλας.
← Önceki Epeisodion 3 · 7 / 18 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme