Thesauros Literature Tragedy Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Epeisodion 3

Κρέων
ξυναρπάσας ἔπεμψα, τὴν δʼ ἄξω τάχα.
Οἰδίπους
οἴμοι. 820
Κρέων
τάχʼ ἕξεις μᾶλλον οἰμώζειν τάδε. 820
Οἰδίπους
τὴν παῖδʼ ἔχεις μου;
Κρέων
τήνδε τʼ οὐ μακροῦ χρόνου.
Οἰδίπους
ἰὼ ξένοι, τί δράσετʼ; ἦ προδώσετε,
 
κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;
Χορός
χώρει, ξένʼ, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦν
 
δίκαια πράσσεις οὔθʼ ἃ πρόσθεν εἴργασαι. 825
Κρέων
ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν
 
ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται.
Ἀντιγόνη
οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω
 
θεῶν ἄρηξιν ἢ βροτῶν;
Χορός
τί δρᾷς, ξένε;
Κρέων
οὐχ ἅψομαι τοῦδʼ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς. 830
Οἰδίπους
ὦ γῆς ἄνακτες.
Χορός
ὦ ξένʼ, οὐ δίκαια δρᾷς.
Κρέων
δίκαια.
Χορός
πῶς δίκαια;
Κρέων
τοὺς ἐμοὺς ἄγω.
← Önceki Epeisodion 3 · 6 / 18 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme