Thesauros Literature Tragedy Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Epeisodion 3

Οἰδίπους
λέγειν νομίζων ῥητὸν ἄρρητόν τʼ ἔπος,
 
τοιαῦτʼ ὀνειδίζεις με τῶνδʼ ἐναντίον.
 
καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,
 
καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς·
 
κᾆθʼ ὧδʼ ἐπαινῶν πολλὰ τοῦδʼ ἐκλανθάνει, 1005
 
ὁθούνεκʼ εἴ τις γῆ θεοὺς ἐπίσταται
 
τιμαῖς σεβίζειν, ἥδε τοῦθʼ ὑπερφέρει·
 
ἀφʼ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντʼ ἐμὲ
 
αὐτόν τʼ ἐχειροῦ τὰς κόρας τʼ οἴχει λαβών.
 
ἀνθʼ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ 1010
 
καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς
 
ἐλθεῖν ἀρωγοὺς ξυμμάχους θʼ, ἵνʼ ἐκμάθῃς
 
οἵων ὑπʼ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.
Χορός
ὁ ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶ
 
αὐτοῦ πανώλεις, ἄξιαι δʼ ἀμυναθεῖν. 1015
Θησεύς
ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοι
 
σπεύδουσιν, ἡμεῖς δʼ οἱ παθόντες ἕσταμεν.
Κρέων
τί δῆτʼ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;
Θησεύς
ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με
 
χωρεῖν, ἵνʼ, εἰ μὲν ἐν τόποισι τοῖσδʼ ἔχεις 1020
← Önceki Epeisodion 3 · 16 / 18 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme