Thesauros Literature Tragedy Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Stasimon 7

[Choral 1]
αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ 1670
Ἀντιγόνη
οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον
 
ἄλαστον αἷμα δυσμόροιν στενάζειν,
 
ᾧτινι τὸν πολὺν
 
ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν,
 
ἐν πυμάτῳ δʼ ἀλόγιστα παροίσομεν 1675
 
ἰδόντε καὶ παθόντε.
Χορός
τί δʼ ἔστιν;
Ἀντιγόνη
ἔστιν μὲν εἰκάσαι, φίλοι.
Χορός
βέβηκεν;
Ἀντιγόνη
ὡς μάλιστʼ ἂν ἐν πόθῳ λάβοις.
 
τί γάρ, ὅτῳ μήτʼ Ἄρης
 
μήτε πόντος ἀντέκυρσεν, 1680
 
ἄσκοποι δὲ πλάκες ἔμαρψαν
 
ἐν ἀφανεῖ τινι μόρῳ φερόμενον.
 
τάλαινα· νῶν δʼ ὀλεθρία
 
νὺξ ἐπʼ ὄμμασιν βέβακε.
 
πῶς γὰρ ἤ τινʼ ἀπίαν 1685
 
γᾶν ἢ πόντιον κλύδωνʼ ἀλώμεναι, βίου δύσοιστον ἕξομεν τροφάν;
Ἰσμήνη
οὐ κάτοιδα. κατά με φόνιος
 
Ἀΐδας ἕλοι πατρὶ ξυνθανεῖν γεραιῷ
 
τάλαιναν, ὡς ἔμοιγʼ ὁ μέλλων βίος οὐ βιωτός. 1690
Χορός
ὦ διδύμα τέκνων ἀρίστα,
 
τὸ φέρον ἐκ θεοῦ φέρειν,
 
μηδὲν ἄγαν φλέγεσθον· οὔ τοι κατάμεμπτʼ ἔβητον. 1695
Ἀντιγόνη
πόθος τοὶ καὶ κακῶν ἄρʼ ἦν τις.
 
καὶ γὰρ ὃ μηδαμὰ δὴ φίλον ἦν φίλον, 1700
 
ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον.
 
ὦ πάτερ, ὦ φίλος,
 
ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος·
 
οὐδέ γʼ ἔνερθʼ ἀφίλητος ἐμοί ποτε
 
καὶ τᾷδε μὴ κυρήσῃς. 1705
Χορός
ἔπραξεν;
Ἀντιγόνη
ἔπραξεν οἷον ἤθελεν.
Χορός
τὸ ποῖον;
Ἀντιγόνη
ἇς ἔχρῃζε γᾶς ἐπὶ ξένας
 
ἔθανε· κοίταν δʼ ἔχει
 
νέρθεν εὐσκίαστον αἰέν,
 
οὐδὲ πένθος ἔλιπʼ ἄκλαυτον.
 
ἀνὰ γὰρ ὄμμα σε τόδʼ, ὦ πάτερ, ἐμὸν
 
στένει δακρῦον, οὐδʼ ἔχω 1710
 
πῶς με χρὴ τὸ σὸν τάλαιναν
 
ἀφανίσαι τοσόνδʼ ἄχος.
 
ὤμοι, γᾶς ἐπὶ ξένας θανεῖν ἔχρῃζες ἀλλʼ
 
ἔρημος ἔθανες ὧδέ μοι.
Ἰσμήνη
ὦ τάλαινα, τίς ἄρα με πότμος αὖθις ὧδʼ 1715
 
 
 
ἐπαμμένει σέ τʼ, ὦ φίλα, τὰς πατρὸς ὧδʼ ἐρήμας;
Χορός
ἀλλʼ ἐπεὶ ὀλβίως γʼ ἔλυσεν 1720
 
τὸ τέλος, ὦ φίλαι, βίου,
 
λήγετε τοῦδʼ ἄχους· κακῶν γὰρ δυσάλωτος οὐδείς.
[Choral 2]
πάλιν, φίλα, συθῶμεν.
Ἰσμήνη
ὡς τί ῥέξομεν;
Ἀντιγόνη
ἵμερος ἔχει με.
Ἰσμήνη
τίς;
Ἀντιγόνη
τὰν χθόνιον ἑστίαν ἰδεῖν 1725
Ἰσμήνη
τίνος;
Ἀντιγόνη
πατρός, τάλαινʼ ἐγώ.
Ἰσμήνη
θέμις δὲ πῶς τάδʼ ἐστί; μῶν
 
οὐχ ὁρᾷς;
Ἀντιγόνη
τί τόδε ἐπέπληξας; 1730
Ἰσμήνη
καὶ τόδʼ, ὡς
Ἀντιγόνη
τί τόδε μάλʼ αὖθις;
Ἰσμήνη
ἄταφος ἔπιτνε δίχα τε παντός.
Ἀντιγόνη
ἄγε με, καὶ τότʼ ἐπενάριξον.
Ἰσμήνη
αἰαῖ, δυστάλαινα, ποῦ δῆτʼ
 
αὖθις ὧδʼ ἔρημος ἄπορος 1735
 
αἰῶνα τλάμονʼ ἕξω;
Χορός
φίλαι, τρέσητε μηδέν.
Ἀντιγόνη
ἀλλὰ ποῖ φύγω;
Χορός
καὶ πάρος ἀπέφυγε
Ἀντιγόνη
τί;
Χορός
τὰ σφῷν τὸ μὴ πίτνειν κακῶς. 1740
Ἀντιγόνη
φρονῶ.
Χορός
τί δῆθʼ ὅπερ νοεῖς;
Ἀντιγόνη
ὅπως μολούμεθʼ ἐς δόμους,
 
οὐκ ἔχω.
Χορός
μηδέ γε μάτευε.
Ἀντιγόνη
μόγος ἔχει.
Χορός
καὶ πάρος ἐπεῖχε.
Ἀντιγόνη
τοτὲ μὲν ἄπορα, τοτὲ δʼ ὕπερθεν. 1745
Χορός
μέγʼ ἄρα πέλαγος ἐλάχετόν τι.
Ἀντιγόνη
ναὶ ναί.
Χορός
ξύμφημι καὐτός.
Ἀντιγόνη
αἰαῖ, ποῖ μόλωμεν, ὦ Ζεῦ;
 
ἐλπίδων γὰρ ἐς τίνʼ ἔτι με
 
δαίμων τανῦν γʼ ἐλαύνει; 1750

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme