Thesauros Literature Tragedy Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Stasimon 5

[Choral 1]
νέα τάδε νεόθεν ἦλθέ μοι
Χορός
κακὰ βαρύποτμὰ παρʼ ἀλαοῦ ξένου,
 
εἴ τι μοῖρα μὴ κιγχάνει. 1450
 
μάταν γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι.
 
ὁρᾷ ὁρᾷ ταῦτʼ ἀεὶ χρόνος, τρέχων μὲν ἕτερα,
 
τὰ δὲ παρʼ ἦμαρ αὖθις αὔξων ἄνω. 1455
 
ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ.
Οἰδίπους
ὦ τέκνα τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος,
 
τὸν πάντʼ ἄριστον δεῦρο Θησέα πόροι;
Ἀντιγόνη
πάτερ, τί δʼ ἐστὶ τἀξίωμʼ ἐφʼ ᾧ καλεῖς;
Οἰδίπους
Διὸς πτερωτὸς ἥδε μʼ αὐτίκʼ ἄξεται 1460
 
βροντὴ πρὸς Ἅιδην· ἀλλὰ πέμψαθʼ ὡς τάχος.
Χορός
μέγας, ἴδε, μάλʼ ὅδʼ ἐρείπεται
 
κτύπος ἄφατος διόβολος· ἐς δʼ ἄκραν
 
δεῖμʼ ὑπῆλθε κρατὸς φόβαν. 1465
 
ἔπτηξα θυμόν· οὐρανία γὰρ ἀστραπὴ φλέγει πάλιν.
 
τί μὰν ἀφήσει τέλος; δέδοικα δʼ· οὐ γὰρ ἅλιον
 
ἀφορμᾷ ποτʼ, οὐκ ἄνευ ξυμφορᾶς. 1470
 
ὦ μέγας αἰθήρ, ὦ Ζεῦ.
Οἰδίπους
ὦ παῖδες, ἥκει τῷδʼ ἐπʼ ἀνδρὶ θέσφατος
 
βίου τελευτὴ κοὐκέτʼ ἔστʼ ἀποστροφή.
Ἀντιγόνη
πῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις;
Οἰδίπους
καλῶς κάτοιδʼ· ἀλλʼ ὡς τάχιστά μοι μολὼν 1475
 
ἄνακτα χώρας τῆσδέ τις πορευσάτω.
[Choral 2]
ἔα ἔα, ἰδοὺ μάλʼ αὖθις ἀμφίσταται διαπρύσιος ὄτοβος.
Χορός
ἵλαος, ὦ δαίμων, ἵλαος εἴ τι γᾷ 1480
 
ματέρι τυγχάνεις ἀφεγγὲς φέρων.
 
ἐναισίου δὲ σοῦ τύχοιμι, μηδʼ ἄλαστον ἄνδρʼ ἰδὼν
 
ἀκερδῆ χάριν μετάσχοιμί πως. Ζεῦ ἄνα σοὶ φωνῶ.
Οἰδίπους
ἆρʼ ἐγγὺς ἁνήρ; ἆρʼ ἔτʼ ἐμψύχου, τέκνα,
 
κιχήσεταί μου καὶ κατορθοῦντος φρένα;
Ἀντιγόνη
τί δʼ ἂν θέλοις τὸ πιστὸν ἐμφῦναι φρενί;
Οἰδίπους
ἀνθʼ ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν
 
δοῦναί σφιν, ἥνπερ τυγχάνων ὑπεσχόμην. 1490
Χορός
ἰὼ ἰὼ παῖ, βᾶθι βᾶθʼ, εἴτʼ ἄκρα,
 
περὶ γύαλʼ ἐναλίῳ Ποσειδωνίῳ θεῷ, τυγχάνεις
 
βούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ.
 
ὁ γὰρ ξένος σε καὶ πόλισμα καὶ φίλους ἐπαξιοῖ
 
δικαίαν χάριν παρασχεῖν παθών. 1495
 
σπεῦσον ἄϊσσʼ, ὦναξ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme