Thesauros Literature Tragedy Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Epeisodion 5

Οἰδίπους
θανεῖν κτανεῖν θʼ ὑφʼ οὗπερ ἐξελήλασαι.
 
τοιαῦτʼ ἀρῶμαι καὶ καλῶ τὸ Ταρτάρου
 
στυγνὸν πατρῷον ἔρεβος, ὥς σʼ ἀποικίσῃ, 1390
 
καλῶ δὲ τάσδε δαίμονας, καλῶ δʼ Ἄρη
 
τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα.
 
καὶ ταῦτʼ ἀκούσας στεῖχε, κἀξάγγελλʼ ἰὼν
 
καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θʼ ἅμα
 
πιστοῖσι συμμάχοισιν, οὕνεκʼ Οἰδίπους 1395
 
τοιαῦτʼ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.
Χορός
Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς
 
ξυνήδομαί σοι, νῦν τʼ ἴθʼ ὡς τάχος πάλιν.
Πολυνείκης
οἴμοι κελεύθου τῆς τʼ ἐμῆς δυσπραξίας,
 
οἴμοι δʼ ἑταίρων· οἷον ἆρʼ ὁδοῦ τέλος 1400
 
Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ,
 
τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινι
 
ἔξεσθʼ ἑταίρων, οὐδʼ ἀποστρέψαι πάλιν,
 
ἀλλʼ ὄντʼ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ.
 
ὦ τοῦδʼ ὅμαιμοι παῖδες, ἀλλʼ ὑμεῖς, ἐπεὶ 1405
 
τὰ σκληρὰ πατρὸς κλύετε ταῦτʼ ἀρωμένου,
 
μή τοί με πρὸς θεῶν σφώ γʼ, ἐὰν αἱ τοῦδʼ ἀραὶ
← Önceki Epeisodion 5 · 8 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme