Thesauros Literature Tragedy Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Epeisodion 5

Οἰδίπους
ἀλλʼ εἰ μέν, ἄνδρες, τῆσδε δημοῦχοι χθονός
 
μὴ ʼτύγχανʼ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ
 
Θησεύς, δικαιῶν ὥστʼ ἐμοῦ κλύειν λόγους, 1350
 
οὔ τἄν ποτʼ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο·
 
νῦν δʼ ἀξιωθεὶς εἶσι κἀκούσας γʼ ἐμοῦ
 
τοιαῦθʼ ἃ τὸν τοῦδʼ οὔ ποτʼ εὐφρανεῖ βίον·
 
ὅς γʼ, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων,
 
ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει, 1355
 
τὸν αὐτὸς αὑτοῦ πατέρα τόνδʼ ἀπήλασας
 
κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν,
 
ἃς νῦν δακρύεις εἰσορῶν, ὅτʼ ἐν πόνῳ
 
ταὐτῷ βεβηκὼς τυγχάνεις κακῶν ἐμοί.
 
οὐ κλαυστὰ δʼ ἐστίν, ἀλλʼ ἐμοὶ μὲν οἰστέα 1360
 
τάδʼ, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος·
 
σὺ γάρ με μόχθῳ τῷδʼ ἔθηκας ἔντροφον,
 
σύ μʼ ἐξέωσας, ἐκ σέθεν δʼ ἀλώμενος
 
ἄλλους ἐπαιτῶ τὸν καθʼ ἡμέραν βίον.
 
εἰ δʼ ἐξέφυσα τάσδε μὴ ʼμαυτῷ τροφοὺς 1365
 
τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος·
 
νῦν δʼ αἵδε μʼ ἐκσῴζουσιν, αἵδʼ ἐμαὶ τροφοί,
← Önceki Epeisodion 5 · 6 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme