Thesauros Literature Tragedy Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Stasimon 4

[Choral 1]
ὅστις τοῦ πλέονος μέρους χρῄζει τοῦ μετρίου παρεὶς
Χορός
ζώειν, σκαιοσύναν φυλάσσων
 
ἐν ἐμοὶ κατάδηλος ἔσται.
 
ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ ἁμέραι κατέθεντο δὴ 1215
 
λύπας ἐγγυτέρω, τὰ τέρποντα δʼ οὐκ ἂν ἴδοις ὅπου,
 
ὅταν τις ἐς πλέον πέσῃ
 
τοῦ δέοντος· ὁ δʼ ἐπίκουρος ἰσοτέλεστος, 1220
 
Ἄϊδος ὅτε μοῖρʼ ἀνυμέναιος
 
ἄλυρος ἄχορος ἀναπέφηνε,
 
θάνατος ἐς τελευτάν.
 
μὴ φῦναι τὸν ἅπαντα νικᾷ λόγον· τὸ δʼ, ἐπεὶ φανῇ, 1225
 
βῆναι κεῖθεν ὅθεν περ ἥκει,
 
πολὺ δεύτερον, ὡς τάχιστα.
 
ὡς εὖτʼ ἂν τὸ νέον παρῇ κούφας ἀφροσύνας φέρον, 1230
 
τίς πλαγὰ πολύμοχθος ἔξω; τίς οὐ καμάτων ἔνι;
 
φθόνος, στάσεις, ἔρις, μάχαι
 
καὶ φόνοι· τό τε κατάμεμπτον ἐπιλέλογχε 1235
 
πύματον ἀκρατὲς ἀπροσόμιλον
 
γῆρας ἄφιλον, ἵνα πρόπαντα
 
κακὰ κακῶν ξυνοικεῖ.
[Choral]
ἐν ᾧ τλάμων ὅδʼ, οὐκ ἐγὼ μόνος,
Χορός
πάντοθεν βόρειος ὥς τις 1240
 
ἀκτὰ κυματοπλὴξ χειμερία κλονεῖται,
 
ὣς καὶ τόνδε κατʼ ἄκρας
 
δειναὶ κυματοαγεῖς
 
ἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι,
 
αἱ μὲν ἀπʼ ἀελίου δυσμᾶν, 1245
 
αἱ δʼ ἀνατέλλοντος·
 
αἱ δʼ ἀνὰ μέσσαν ἀκτῖνʼ,
 
αἱ δʼ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme