Thesauros Literature Tragedy Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Prologos

Ξένος
ἀρχηγὸν εἶναι καὶ φέρουσι τοὔνομα 60
 
τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.
 
τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὦ ξένʼ, οὐ λόγοις
 
τιμώμενʼ, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.
Οἰδίπους
ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;
Ξένος
καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γʼ ἐπώνυμοι. 65
Οἰδίπους
ἄρχει τις αὐτῶν ἢ ʼπὶ τῷ πλήθει λόγος;
Ξένος
ἐκ τοῦ κατʼ ἄστυ βασιλέως τάδʼ ἄρχεται.
Οἰδίπους
οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ;
Ξένος
Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.
Οἰδίπους
ἆρʼ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι; 70
Ξένος
ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν;
Οἰδίπους
ὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα.
Ξένος
καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις;
Οἰδίπους
ὅσʼ ἂν λέγωμεν πάνθʼ ὁρῶντα λέξομεν.
Ξένος
οἶσθʼ, ὦ ξένʼ, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἰ 75
 
γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος,
 
αὐτοῦ μένʼ οὗπερ κἀφάνης, ἕως ἐγὼ
 
τοῖς ἐνθάδʼ αὐτοῦ μὴ κατʼ ἄστυ δημόταις
 
λέξω τάδʼ ἐλθών· οἵδε γὰρ κρινοῦσί σοι
← Önceki Prologos · 4 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme