Thesauros Literature Tragedy Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Prologos

Οἰδίπους
τίνων τὸ σεμνὸν ὄνομʼ ἂν εὐξαίμην κλύων;
Ξένος
τὰς πάνθʼ ὁρώσας Εὐμενίδας ὅ γʼ ἐνθάδʼ ἂν
 
εἴποι λεώς νιν· ἄλλα δʼ ἀλλαχοῦ καλά.
Οἰδίπους
ἀλλʼ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο·
 
ὡς οὐχ ἕδρας γῆς τῆσδʼ ἂν ἐξέλθοιμʼ ἔτι. 45
Ξένος
τί δʼ ἐστὶ τοῦτο;
Οἰδίπους
ξυμφορᾶς ξύνθημʼ ἐμῆς.
Ξένος
ἀλλʼ οὐδʼ ἐμοί τοι τοὐξανιστάναι πόλεως
 
δίχʼ ἐστὶ θάρσος, πρίν γʼ ἂν ἐνδείξω τί δρῶ.
Οἰδίπους
πρός νυν θεῶν, ὦ ξεῖνε, μή μʼ ἀτιμάσῃς,
 
τοιόνδʼ ἀλήτην, ὧν σε προστρέπω φράσαι. 50
Ξένος
σήμαινε, κοὐκʼ ἄτιμος ἔκ γʼ ἐμοῦ φανεῖ.
Οἰδίπους
τίς ἔσθʼ ὁ χῶρος δῆτʼ, ἐν ᾧ βεβήκαμεν;
Ξένος
ὅσʼ οἶδα κἀγὼ πάντʼ ἐπιστήσει κλύων·
 
χῶρος μὲν ἱερὸς πᾶς ὅδʼ ἔστʼ· ἔχει δέ νιν
 
σεμνὸς Ποσειδῶν· ἐν δʼ ὁ πυρφόρος θεὸς 55
 
Τιτὰν Προμηθεύς· ὃν δʼ ἐπιστείβεις τόπον,
 
χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός,
 
ἔρεισμʼ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαι
 
τόνδʼ ἱππότην Κολωνὸν εὔχονται σφίσιν
← Önceki Prologos · 3 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme