Thesauros Literature Tragedy Φιλοκτήτης

Φιλοκτήτης

Φιλοκτήτης Sophocles

Epeisodion 4

Φιλοκτήτης
προσέρπει,
 
προσέρχεται τόδʼ ἐγγύς. οἴμοι μοι τάλας.
 
ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.
 
ἀτταταῖ. 790
 
ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς
 
στέρνων ἔχοιτʼ ἄλγησις ἥδε. φεῦ, παπαῖ,
 
παπαῖ μάλʼ αὖθις. ὦ διπλοῖ στρατηλάται,
 
Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντʼ ἐμοῦ
 
τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; ἰώ μοι. 795
 
ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος
 
οὕτω κατʼ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε;
 
ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν
 
τῷ Λημνίῳ τῷδʼ ἀνακαλουμένῳ πυρὶ 800
 
ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε
 
τὸν τοῦ Διὸς παῖδʼ ἀντὶ τῶνδε τῶν ὅπλων,
 
ἃ νῦν σὺ σῴζεις, τοῦτʼ ἐπηξίωσα δρᾶν. τί φής, παῖ;
 
τί φής; τί σιγᾷς; ποῦ ποτʼ ὤν, τέκνον, κυρεῖς; 805
Νεοπτόλεμος
ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.
Φιλοκτήτης
ἀλλʼ, ὦ τέκνον, καὶ θάρσος ἴσχʼ· ὡς ἥδε μοι
 
ὀξεῖα φοιτᾷ καὶ ταχεῖʼ ἀπέρχεται.
← Önceki Epeisodion 4 · 4 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme