Thesauros Literature Tragedy Φιλοκτήτης

Φιλοκτήτης

Φιλοκτήτης Sophocles

Epeisodion 3

Νεοπτόλεμος
ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς,
 
ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ, 520
 
τότʼ οὐκέθʼ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.
Χορός
ἥκιστα· τοῦτʼ οὐκ ἔσθʼ ὅπως ποτʼ εἰς ἐμὲ
 
τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.
Νεοπτόλεμος
ἀλλʼ αἰσχρὰ μέντοι σοῦ γέ μʼ ἐνδεέστερον
 
ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν. 525
 
ἀλλʼ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς·
 
χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.
 
μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς
 
ἡμᾶς ὅποι τʼ ἐνθένδε βουλοίμεσθα πλεῖν.
Φιλοκτήτης
ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δʼ ἀνήρ, 530
 
φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς
 
ἔργῳ γενοίμην, ὥς μʼ ἔθεσθε προσφιλῆ;
 
ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω
 
ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς
 
ἀφʼ ὧν διέζων ὥς τʼ ἔφυν εὐκάρδιος. 535
 
οἶμαι γὰρ οὐδʼ ἂν ὄμμασιν μόνην θέαν
 
ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε·
 
ἐγὼ δʼ ἀνάγκῃ προύμαθον στέργειν κακά.
Χορός
ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο,
 
ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δʼ ἀλλόθρους, 540
 
χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.
Ἔμπορος
Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον,
 
ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,
 
ἐκέλευσʼ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι,
 
ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ, 545
 
τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον.
 
πλέων γὰρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳ
 
ἀπʼ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν
 
Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι
 
σοὶ πάντες εἶεν συννεναυστοληκότες, 550
 
ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι,
 
τὸν πλοῦν ποεῖσθαι, προστυχόντι τῶν ἴσων.
 
οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,
 
ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα
 
βουλεύματʼ ἐστί, κοὐ μόνον βουλεύματα, 555
 
ἀλλʼ ἔργα δρώμενʼ, οὐκέτʼ ἐξαργούμενα.
Νεοπτόλεμος
ἀλλʼ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε,
 
εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ·
 
φράσον δʼ ἅπερ, γʼ ἔλεξας, ὡς μάθω τί μοι
 
νεώτερον, βούλευμʼ ἀπʼ Ἀργείων ἔχεις. 560
Ἔμπορος
φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ
 
Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι.
Νεοπτόλεμος
ὡς ἐκ βίας μʼ ἄξοντες ἢ λόγοις πάλιν;
Ἔμπορος
οὐκ οἶδʼ· ἀκούσας δʼ ἄγγελος πάρειμί σοι.
Νεοπτόλεμος
ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται 565
 
οὕτω καθʼ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;
Ἔμπορος
ὡς ταῦτʼ ἐπίστω δρώμενʼ, οὐ μέλλοντʼ ἔτι.
Νεοπτόλεμος
πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδʼ οὐκ αὐτάγγελος
 
πλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν;
Ἔμπορος
κεῖνός γʼ ἐπʼ ἄλλον ἄνδρʼ ὁ Τυδέως τε παῖς 570
 
ἔστελλον, ἡνίκʼ ἐξανηγόμην ἐγώ.
Νεοπτόλεμος
πρὸς ποῖον αὖ τόνδʼ αὐτὸς Οὑδυσσεὺς ἔπλει;
Ἔμπορος
ἦν δή τις—ἀλλὰ τόνδε μοι πρῶτον φράσον
 
τίς ἐστίν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα.
Νεοπτόλεμος
ὅδʼ ἔσθʼ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε. 575
Ἔμπορος
μή νύν μʼ ἔρῃ τὰ πλείονʼ, ἀλλʼ ὅσον τάχος
 
ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς.
Φιλοκτήτης
τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ
 
διεμπολᾷ λόγοισι πρός σʼ ὁ ναυβάτης;
Νεοπτόλεμος
οὐκ οἶδά πω τί φησι· δεῖ δʼ αὐτὸν λέγειν 580
 
εἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε.
Ἔμπορος
ὦ σπέρμʼ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ
 
λέγονθʼ ἃ μὴ δεῖ· πόλλʼ ἐγὼ κείνων ὕπο
 
δρῶν ἀντιπάσχω χρηστά θʼ, οἷʼ ἀνὴρ πένης.
Νεοπτόλεμος
ἐγώ εἰμʼ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι 585
 
φίλος μέγιστος, οὕνεκʼ Ἀτρείδας στυγεῖ.
 
δεῖ δή σʼ ἔμοιγʼ ἐλθόντα προσφιλῆ, λόγων
 
κρύψαι πρὸς ἡμᾶς μηδένʼ ὧν ἀκήκοας.
Ἔμπορος
ὅρα τί ποιεῖς, παῖ.
Νεοπτόλεμος
σκοπῶ κἀγὼ πάλαι.
Ἔμπορος
σὲ θήσομαι τῶνδʼ αἴτιον. 590
Νεοπτόλεμος
ποιοῦ λέγων. 590
Ἔμπορος
λέγω. ʼπὶ τοῦτον ἄνδρε τώδʼ ὥπερ κλύεις,
 
ὁ Τυδέως παῖς ἥ τʼ Ὀδυσσέως βία,
 
διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ
 
πείσαντες ἄξειν ἢ πρὸς ἰσχύος κράτος.
 
καὶ ταῦτʼ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς 595
 
Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον
 
τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε.
Νεοπτόλεμος
τίνος δʼ Ἀτρεῖδαι τοῦδʼ ἄγαν οὕτω χρόνῳ
 
τοσῷδʼ ἐπεστρέφοντο πράγματος χάριν,
 
ὅν γʼ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες; 600
 
τίς ὁ πόθος αὐτοὺς ἵκετʼ; ἢ θεῶν βία
 
καὶ νέμεσις, οἵπερ ἔργʼ ἀμύνουσιν κακά;
Ἔμπορος
ἐγώ σε τοῦτʼ, ἴσως γὰρ οὐκ ἀκήκοας,
 
πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής,
 
Πριάμου μὲν υἱός, ὄνομα δʼ ὠνομάζετο 605
 
Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος,
 
ὁ πάντʼ ἀκούων αἰσχρὰ καὶ λωβήτʼ ἔπη
 
δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τʼ ἄγων
 
ἔδειξʼ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·
 
ὃς δὴ τά τʼ ἄλλʼ αὐτοῖσι πάντʼ ἐθέσπισεν 610
 
καὶ τἀπὶ Τροίᾳ πέργαμʼ ὡς οὐ μή ποτε
 
πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
 
ἄγοιντο νήσου τῆσδʼ ἐφʼ ἧς ναίει τανῦν.
 
καὶ ταῦθʼ ὅπως ἤκουσʼ ὁ Λαέρτου τόκος
 
τὸν μάντιν εἰπόντʼ, εὐθέως ὑπέσχετο 615
 
τὸν ἄνδρʼ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·
 
οἴοιτο μὲν μάλισθʼ ἑκούσιον λαβών,
 
εἰ μὴ θέλοι δʼ, ἄκοντα· καὶ τούτων κάρα
 
τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.
 
ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι 620
 
καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι.
Φιλοκτήτης
οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,
 
ἔμʼ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;
 
πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν
 
πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ. 625
Ἔμπορος
οὐκ οἶδʼ ἐγὼ ταῦτʼ· ἀλλʼ ἐγὼ μὲν εἶμʼ ἐπὶ
 
ναῦν, σφῷν δʼ ὅπως ἄριστα συμφέροι θεός.
Φιλοκτήτης
οὔκουν τάδʼ, ὦ παῖ, δεινά, τὸν Λαερτίου
 
ἔμʼ ἐλπίσαι ποτʼ ἂν λόγοισι μαλθακοῖς
 
δεῖξαι νεὼς ἄγοντʼ ἐν Ἀργείοις μέσοις; 630
 
οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ
 
κλύοιμʼ ἐχίδνης, ἥ μʼ ἔθηκεν ὧδʼ ἄπουν.
 
ἀλλʼ ἔστʼ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
 
τολμητά· καὶ νῦν οἶδʼ ὁθούνεχʼ ἵξεται.
 
ἀλλʼ, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ 635
 
πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.
 
ἴωμεν· ἥ τοι καίριος σπουδὴ πόνου
 
λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν.
Νεοπτόλεμος
οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ,
 
τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ. 640
Φιλοκτήτης
ἀεὶ καλὸς πλοῦς ἔσθʼ, ὅταν φεύγῃς κακά.
Νεοπτόλεμος
οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτʼ ἐναντία.
Φιλοκτήτης
οὐκ ἔστι λῃσταῖς πνεῦμʼ ἐναντιούμενον,
 
ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ.
Νεοπτόλεμος
ἀλλʼ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν 645
 
ὅτου σε χρεία καὶ πόθος μάλιστʼ ἔχει.
Φιλοκτήτης
ἀλλʼ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.
Νεοπτόλεμος
τί τοῦθʼ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;
Φιλοκτήτης
φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστʼ ἀεὶ
 
κοιμῶ τόδʼ ἕλκος, ὥστε πραΰνειν πάνυ. 650
Νεοπτόλεμος
ἀλλʼ ἔκφερʼ αὐτό. τί γὰρ ἔτʼ ἄλλʼ ἐρᾷς λαβεῖν;
Φιλοκτήτης
εἴ μοί τι τόξων τῶνδʼ ἀπημελημένον
 
παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.
Νεοπτόλεμος
ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξʼ ἃ νῦν ἔχεις;
Φιλοκτήτης
ταῦτʼ, οὐ γὰρ ἄλλʼ ἔστʼ, ἀλλʼ ἃ βαστάζω χεροῖν. 655
Νεοπτόλεμος
ἆρʼ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν
 
καὶ βαστάσαι με προσκύσαι θʼ ὥσπερ θεόν;
Φιλοκτήτης
σοί γʼ, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν
 
ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.
Νεοπτόλεμος
καὶ μὴν ἐρῶ γε, τὸν δʼ ἔρωθʼ οὕτως ἔχω· 660
 
εἴ μοι θέμις, θέλοιμʼ ἄν· εἰ δὲ μή, πάρες.
Φιλοκτήτης
ὅσιά τε φωνεῖς ἔστι τʼ, ὦ τέκνον, θέμις,
 
ὅς γʼ ἡλίου τόδʼ εἰσορᾶν ἐμοὶ φάος
 
μόνος δέδωκας, ὃς χθόνʼ Οἰταίαν ἰδεῖν,
 
ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν 665
 
ἐχθρῶν μʼ ἔνερθεν ὄντʼ ἀνέστησας πέρα.
 
θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν
 
καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν
 
ἀρετῆς ἕκατι τῶνδʼ ἐπιψαῦσαι μόνον·
 
εὐεργετῶν γὰρ καὐτὸς αὔτʼ ἐκτησάμην. 670
Νεοπτόλεμος
οὐκ ἄχθομαί σʼ ἰδών τε καὶ λαβὼν φίλον·
 
ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,
 
παντὸς γένοιτʼ ἂν κτήματος κρείσσων φίλος. χωροῖς ἂν εἴσω.
Φιλοκτήτης
καὶ σέ γʼ εἰσάξω· τὸ γὰρ
 
νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν. 675

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme