Thesauros Literature Tragedy Φιλοκτήτης

Φιλοκτήτης

Φιλοκτήτης Sophocles

Epeisodion 2

Νεοπτόλεμος
νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.
 
ἡμεῖς δʼ ἴωμεν, ὡς ὁπηνίκʼ ἂν θεὸς
 
πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθʼ ὁρμώμεθα. 465
Φιλοκτήτης
ἤδη, τέκνον, στέλλεσθε;
Νεοπτόλεμος
καιρὸς γὰρ καλεῖ
 
πλοῦν μὴ ʼξ ἀπόπτου μᾶλλον ἢ ʼγγύθεν σκοπεῖν.
Φιλοκτήτης
πρός νύν σε πατρὸς πρός τε μητρός, ὦ τέκνον,
 
πρός τʼ εἴ τί σοι κατʼ οἶκόν ἐστι προσφιλές,
 
ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μʼ οὕτω μόνον, 470
 
ἔρημον ἐν κακοῖσι τοῖσδʼ οἵοις ὁρᾷς
 
ὅσοισί τʼ ἐξήκουσας ἐνναίοντά με·
 
ἀλλʼ ἐν παρέργῳ θοῦ με. δυσχέρεια μέν,
 
ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος·
 
ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι 475
 
τό τʼ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.
 
σοὶ δʼ ἐκλιπόντι τοῦτʼ ὄνειδος οὐ καλόν,
 
δράσαντι δʼ, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,
 
ἐὰν μόλω ʼγὼ ζῶν πρὸς Οὐταίαν χθόνα.
 
ἴθʼ· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς. 480
 
τόλμησον. ἐμβαλοῦ μʼ ὅπῃ θέλεις ἄγων,
← Önceki Epeisodion 2 · 4 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme