Thesauros Literature Tragedy Φιλοκτήτης

Φιλοκτήτης

Φιλοκτήτης Sophocles

Epeisodion 1

Φιλοκτήτης
ἰὼ ξένοι,
 
τίνες ποτʼ ἐς γῆν τήνδε κἀκ ποίας πάτρας 220
 
κατέσχετʼ οὔτʼ εὔορμον οὔτʼ οἰκουμένην;
 
ποίας ἂν ὑμᾶς πατρίδος ἢ γένους ποτὲ
 
τύχοιμʼ ἂν εἰπών; σχῆμα μὲν γὰρ Ἑλλάδος
 
στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί·
 
φωνῆς δʼ ἀκοῦσαι βούλομαι· καὶ μή μʼ ὄκνῳ 225
 
δείσαντες ἐκπλαγῆτʼ ἀπηγριωμένον,
 
ἀλλʼ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον,
 
ἔρημον ὧδε κἄφιλον κακούμενον,
 
φωνήσατʼ, εἴπερ ὡς φίλοι προσήκετε.
 
ἀλλʼ ἀνταμείψασθʼ· οὐ γὰρ εἰκὸς οὔτʼ ἐμὲ 230
 
ὑμῶν ἁμαρτεῖν τοῦτό γʼ οὔθʼ ὑμᾶς ἐμοῦ.
Νεοπτόλεμος
ἀλλʼ, ὦ ξένʼ, ἴσθι τοῦτο πρῶτον, οὕνεκα
 
Ἕλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν.
Φιλοκτήτης
ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖν
 
πρόσφθεγμα τοιοῦδʼ ἀνδρὸς ἐν χρόνῳ μακρῷ. 235
 
τίς σʼ, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν
 
χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος;
 
γέγωνέ μοι πᾶν τοῦθʼ, ὅπως εἰδῶ τίς εἶ.
← Önceki bölüm Epeisodion 1 · 1 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme