Thesauros Literature Tragedy Φιλοκτήτης

Φιλοκτήτης

Φιλοκτήτης Sophocles

Stasimon 6

[Episode]
μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων
Ἡρακλῆς
ἀίῃς μύθων, παῖ Ποίαντος·
 
φάσκειν δʼ αὐδὴν τὴν Ἡρακλέους 1410
 
ἀκοῇ τε κλύειν λεύσσειν τʼ ὄψιν.
 
τὴν σὴν δʼ ἥκω χάριν οὐρανίας
 
ἕδρας προλιπών,
 
τὰ Διός τε φράσων βουλεύματά σοι 1415
 
κατερητύσων θʼ ὁδὸν ἣν στέλλει·
 
σὺ δʼ ἐμῶν μύθων ἐπάκουσον.
 
καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,
 
ὅσους πονήσας καὶ διεξελθὼν πόνους
 
ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθʼ ὁρᾶν. 1420
 
καὶ σοί, σάφʼ ἴσθι, τοῦτʼ ὀφείλεται παθεῖν,
 
ἐκ τῶν πόνων τῶνδʼ εὐκλεᾶ θέσθαι βίον.
 
ἐλθὼν δὲ σὺν τῷδʼ ἀνδρὶ πρὸς τὸ Τρωικὸν
 
πόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς,
 
ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος, 1425
 
Πάριν μέν, ὃς τῶνδʼ αἴτιος κακῶν ἔφυ,
 
τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,
 
πέρσεις τε Τροίαν, σκῦλά τʼ εἰς μέλαθρα σὰ
 
πέμψεις, ἀριστεῖʼ ἐκλαβὼν στρατεύματος,
 
Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα. 1430
 
ἃ δʼ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,
 
τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν
 
κόμιζε. καὶ σοὶ ταῦτʼ, Ἀχιλλέως τέκνον,
 
παρῄνεσʼ· οὔτε γὰρ σὺ τοῦδʼ ἄτερ σθένεις
 
ἑλεῖν τὸ Τροίας πεδίον οὔθʼ οὗτος σέθεν. 1435
 
ἀλλʼ ὡς λέοντε συννόμω φυλάσσετον
 
οὗτος σὲ καὶ σὺ τόνδʼ· ἐγὼ δʼ Ἀσκληπιὸν
 
παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.
 
τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν
 
τόξοις ἁλῶναι. τοῦτο δʼ ἐννοεῖθʼ, ὅταν 1440
 
πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·
 
ὡς τἄλλα πάντα δεύτερʼ ἡγεῖται πατὴρ
 
Ζεύς· οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς·
 
κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
Φιλοκτήτης
ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας 1445
 
χρόνιός τε φανείς,
 
οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις.
Νεοπτόλεμος
κἀγὼ γνώμην ταύτῃ τίθεμαι.
Ἡρακλῆς
μή νυν χρόνιοι μέλλετε πράσσειν·
 
καιρὸς καὶ πλοῦς 1450
 
ὅδʼ ἐπείγει γὰρ κατὰ πρύμνην.
Φιλοκτήτης
φέρε νυν στείχων χώραν καλέσω.
 
χαῖρʼ, ὦ μέλαθρον ξύμφρουρον ἐμοί,
 
νύμφαι τʼ ἔνυδροι λειμωνιάδες,
 
καὶ κτύπος ἄρσην πόντου προβολῆς, 1455
 
οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη
 
κρᾶτʼ ἐνδόμυχον πληγαῖσι νότου,
 
πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας
 
Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ
 
στόνον ἀντίτυπον χειμαζομένῳ. 1460
 
νῦν δʼ, ὦ κρῆναι Λύκιόν τε ποτόν,
 
λείπομεν ὑμᾶς, λείπομεν ἤδη
 
δόξης οὔ ποτε τῆσδʼ ἐπιβάντες.
 
χαῖρʼ, ὦ Λήμνου πέδον ἀμφίαλον,
 
καί μʼ εὐπλοίᾳ πέμψον ἀμέμπτως, 1465
 
ἔνθʼ ἡ μεγάλη Μοῖρα κομίζει
 
γνώμη τε φίλων χὠ πανδαμάτωρ
 
δαίμων, ὃς ταῦτʼ ἐπέκρανεν.
Χορός
χωρῶμεν δὴ πάντες ἀολλεῖς,
 
νύμφαις ἁλίαισιν ἐπευξάμενοι 1470
 
νόστου σωτῆρας ἱκέσθαι.
← Önceki 14 / 14

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme