Thesauros Literature Tragedy Φιλοκτήτης

Φιλοκτήτης

Φιλοκτήτης Sophocles

Epeisodion 5

Νεοπτόλεμος
σιγᾶν κελεύω μηδʼ ἀφεστάναι φρενῶν· 865
 
κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα.
Φιλοκτήτης
ὦ φέγγος ὕπνου διάδοχον τό τʼ ἐλπίδων
 
ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων.
 
οὐ γάρ ποτʼ, ὦ παῖ, τοῦτʼ ἂν ἐξηύχησʼ ἐγώ,
 
τλῆναί σʼ ἐλεινῶς ὧδε τἀμὰ πήματα 870
 
μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι.
 
οὔκουν Ἀτρεῖδαι τοῦτʼ ἔτλησαν εὐφόρως
 
οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται.
 
ἀλλʼ εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν,
 
ὦ τέκνον, ἡ σή, πάντα ταῦτʼ ἐν εὐχερεῖ 875
 
ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων.
 
καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ
 
λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,
 
σύ μʼ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,
 
ἵνʼ, ἡνίκʼ ἂν κόπος μʼ ἀπαλλάξῃ ποτέ, 880
 
ὁρμώμεθʼ ἐς ναῦν μηδʼ ἐπίσχωμεν τὸ πλεῖν.
Νεοπτόλεμος
ἀλλʼ ἥδομαι μέν σʼ εἰσιδὼν παρʼ ἐλπίδα
 
ἀνώδυνον βλέποντα κἀμπνέοντʼ ἔτι·
 
ὡς οὐκέτʼ ὄντος γὰρ τὰ συμβόλαιά σου
 
πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο. 885
 
νῦν δʼ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον,
 
οἴσουσί σʼ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος,
 
ἐπείπερ οὕτω σοί τʼ ἔδοξʼ ἐμοί τε δρᾶν.
Φιλοκτήτης
αἰνῶ τάδʼ, ὦ παῖ, καί μʼ ἔπαιρʼ, ὥσπερ νοεῖς·
 
τούτους δʼ ἔασον, μὴ βαρυνθῶσιν κακῇ 890
 
ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ
 
ἅλις πόνος τούτοισι συνναίειν ἐμοί.
Νεοπτόλεμος
ἔσται τάδʼ· ἀλλʼ ἵστω τε καὐτὸς ἀντέχου.
Φιλοκτήτης
θάρσει· τό τοι σύνηθες ὀρθώσει μʼ ἔθος.
Νεοπτόλεμος
παπαῖ· τί δῆτʼ ἂν δρῷμʼ ἐγὼ τοὐνθένδε γε; 895
Φιλοκτήτης
τί δʼ ἔστιν, ὦ παῖ; ποῖ ποτʼ ἐξέβης λόγῳ;
Νεοπτόλεμος
οὐκ οἶδʼ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος.
Φιλοκτήτης
ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγʼ, ὦ τέκνον, τάδε.
Νεοπτόλεμος
ἀλλʼ ἐνθάδʼ ἤδη τοῦδε τοῦ πάθους κυρῶ.
Φιλοκτήτης
οὐ δή σε δυσχέρεια τοῦ νοσήματος 900
 
ἔπεισεν ὥστε μή μʼ ἄγειν ναύτην ἔτι;
Νεοπτόλεμος
ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν
 
ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα.
Φιλοκτήτης
ἀλλʼ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε
 
δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρʼ ἐπωφελῶν. 905
Νεοπτόλεμος
αἰσχρὸς φανοῦμαι· τοῦτʼ ἀνιῶμαι πάλαι.
Φιλοκτήτης
οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δʼ αὐδᾷς ὀκνῶ.
Νεοπτόλεμος
ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός,
 
κρύπτων θʼ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστʼ ἐπῶν;
Φιλοκτήτης
ἁνὴρ ὅδʼ, εἰ μὴ ʼγὼ κακὸς γνώμων ἔφυν, 910
 
προδούς μʼ ἔοικε κἀκλιπὼν τὸν πλοῦν στελεῖν.
Νεοπτόλεμος
λιπὼν μὲν οὐκ ἔγωγε· λυπηρῶς δὲ μὴ
 
πέμπω σε μᾶλλον, τοῦτʼ ἀνιῶμαι πάλαι.
Φιλοκτήτης
τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω.
Νεοπτόλεμος
οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν 915
 
πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον.
Φιλοκτήτης
οἴμοι, τί εἶπας;
Νεοπτόλεμος
μὴ στέναζε, πρὶν μάθῃς.
Φιλοκτήτης
ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε;
Νεοπτόλεμος
σῶσαι κακοῦ μὲν πρῶτα τοῦδʼ, ἔπειτα δὲ
 
ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών. 920
Φιλοκτήτης
καὶ ταῦτʼ ἀληθῆ δρᾶν νοεῖς;
Νεοπτόλεμος
πολλὴ κρατεῖ
 
τούτων ἀνάγκη, καὶ σὺ μὴ θυμοῦ κλύων.
Φιλοκτήτης
ἀπόλωλα τλήμων, προδέδομαι. τί μʼ, ὦ ξένε,
 
δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι.
Νεοπτόλεμος
ἀλλʼ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν 925
 
τό τʼ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ.
Φιλοκτήτης
ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας
 
δεινῆς τέχνημʼ ἔχθιστον, οἷά μʼ εἰργάσω,
 
οἷʼ ἠπάτηκας· οὐδʼ ἐπαισχύνει μʼ ὁρῶν
 
τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε; 930
 
ἀπεστέρηκας τὸν βίον τὰ τόξʼ ἑλών.
 
ἀπόδος, ἱκνοῦμαί σʼ, ἀπόδος, ἱκετεύω, τέκνον·
 
πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃ.
 
ὤμοι τάλας. ἀλλʼ οὐδὲ προσφωνεῖ μʼ ἔτι,
 
ἀλλʼ ὡς μεθήσων μήποθʼ, ὧδʼ ὁρᾷ πάλιν. 935
 
ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι
 
θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,
 
ὑμῖν τάδʼ, οὐ γὰρ ἄλλον οἶδʼ ὅτῳ λέγω,
 
ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν,
 
οἷʼ ἔργʼ ὁ παῖς μʼ ἔδρασεν οὑξ Ἀχιλλέως· 940
 
ὀμόσας ἀπάξειν οἴκαδʼ, ἐς Τροίαν μʼ ἄγει·
 
προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου
 
ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,
 
καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει·
 
ὡς ἄνδρʼ ἑλὼν ἰσχυρόν ἐκ βίας μʼ ἄγει, 945
 
κοὐκ οἶδʼ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν,
 
εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε
 
εἷλέν μʼ· ἐπεὶ οὐδʼ ἂν ὧδʼ ἔχοντʼ, εἰ μὴ δόλῳ.
 
νῦν δʼ ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν;
 
ἀλλʼ ἀπόδος, ἀλλὰ νῦν ἔτʼ ἐν σαυτῷ γενοῦ. 950
 
τί φής; σιωπᾷς; οὐδέν εἰμʼ ὁ δύσμορος.
 
ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν
 
εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν·
 
ἀλλʼ αὐανοῦμαι τῷδʼ ἐν αὐλίῳ μόνος,
 
οὐ πτηνὸν ὄρνιν οὐδὲ θῆρʼ ὀρειβάτην 955
 
τόξοις ἐναίρων τοισίδʼ, ἀλλʼ αὐτὸς τάλας
 
θανὼν παρέξω δαῖθʼ ὑφʼ ὧν ἐφερβόμην,
 
καί μʼ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·
 
φόνον φόνου δὲ ῥύσιον τίσω τάλας
 
πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν. 960
 
ὄλοιο—μή πω, πρὶν μάθοιμʼ εἰ καὶ πάλιν
 
γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς.
Χορός
τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ,
 
ἤδη ʼστὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.
Νεοπτόλεμος
ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις 965
 
τοῦδʼ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.
Φιλοκτήτης
ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς
 
σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ.
Νεοπτόλεμος
οἴμοι, τί δράσω; μή ποτʼ ὤφελον λιπεῖν
 
τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι. 970
Φιλοκτήτης
οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δʼ ἀνδρῶν μαθὼν
 
ἔοικας ἥκειν αἰσχρά· νῦν δʼ ἄλλοισι δοὺς
 
οἷς εἰκὸς ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα.
Νεοπτόλεμος
τί δρῶμεν, ἄνδρες;
Ὀδυσσεύς
ὦ κάκιστʼ ἀνδρῶν, τί δρᾷς;
 
οὐκ εἶ μεθεὶς τὰ τόξα ταῦτʼ ἐμοὶ πάλιν; 975
Φιλοκτήτης
οἴμοι, τίς ἁνήρ; ἆρʼ Ὀδυσσέως κλύω;
Ὀδυσσεύς
Ὀδυσσέως, σάφʼ ἴσθʼ, ἐμοῦ γʼ, ὃν εἰσορᾷς.
Φιλοκτήτης
οἴμοι· πέπραμαι κἀπόλωλʼ· ὅδʼ ἦν ἄρα
 
ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων.
Ὀδυσσεύς
ἐγώ, σάφʼ ἴσθʼ, οὐκ ἄλλος· ὁμολογῶ τάδε. 980
Φιλοκτήτης
ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα.
Ὀδυσσεύς
τοῦτο μέν,
 
οὐδʼ ἢν θέλῃ, δράσει ποτʼ· ἀλλὰ καὶ σὲ δεῖ
 
στείχειν ἅμʼ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε.
Φιλοκτήτης
ἔμʼ, ὦ κακῶν κάκιστε καὶ τολμήστατε,
 
οἵδʼ ἐκ βίας ἄξουσιν; 985
Ὀδυσσεύς
ἢν μὴ ἕρπῃς ἑκών. 985
Φιλοκτήτης
ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας
 
Ἡφαιστότευκτον, ταῦτα δῆτʼ ἀνασχετά,
 
εἴ μʼ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;
Ὀδυσσεύς
Ζεύς ἐσθʼ, ἵνʼ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν,
 
Ζεύς, ᾧ δέδοκται ταῦθʼ· ὑπηρετῶ δʼ ἐγώ. 990
Φιλοκτήτης
ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν·
 
θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.
Ὀδυσσεύς
οὔκ, ἀλλʼ ἀληθεῖς· ἡ δʼ ὁδὸς πορευτέα.
Φιλοκτήτης
οὔ φημʼ.
Ὀδυσσεύς
ἐγὼ δέ φημι. πειστέον τάδε.
Φιλοκτήτης
οἴμοι τάλας. ἡμᾶς μὲν ὡς δούλους σαφῶς 995
 
πατὴρ ἄρʼ ἐξέφυσεν οὐδʼ ἐλευθέρους.
Ὀδυσσεύς
οὔκ, ἀλλʼ ὁμοίους τοῖς ἀρίστοισιν, μεθʼ ὧν
 
Τροίαν σʼ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.
Φιλοκτήτης
οὐδέποτέ γʼ· οὐδʼ ἢν χρῇ με πᾶν παθεῖν κακόν,
 
ἕως ἂν ᾖ μοι γῆς τόδʼ αἰπεινὸν βάθρον. 1000
Ὀδυσσεύς
τί δʼ ἐργασείεις;
Φιλοκτήτης
κρᾶτʼ ἐμὸν τόδʼ αὐτίκα
 
πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών.
Ὀδυσσεύς
ξυλλάβετον αὐτόν· μὴ ʼπὶ τῷδʼ ἔστω τάδε.
Φιλοκτήτης
ὦ χεῖρες, οἷα πάσχετʼ ἐν χρείᾳ φίλης
 
νευρᾶς, ὑπʼ ἀνδρὸς τοῦδε συνθηρώμεναι. 1005
 
ὦ μηδὲν ὑγιὲς μηδʼ ἐλεύθερον φρονῶν,
 
οἷʼ αὖ μʼ ὑπῆλθες, ὥς μʼ ἐθηράσω, λαβὼν
 
πρόβλημα σαυτοῦ παῖδα τόνδʼ ἀγνῶτʼ ἐμοί,
 
ἀνάξιον μὲν σοῦ, κατάξιον δʼ ἐμοῦ,
 
ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν, 1010
 
δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων
 
οἷς τʼ αὐτὸς ἐξήμαρτεν οἷς τʼ ἐγὼ ʼπαθον.
 
ἀλλʼ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπουσʼ ἀεὶ
 
ψυχή νιν ἀφυῆ τʼ ὄντα κοὐ θέλονθʼ ὅμως
 
εὖ προυδίδαξεν ἐν κακοῖς εἶναι σοφόν. 1015
 
καὶ νῦν ἔμʼ, ὦ δύστηνε, συνδήσας νοεῖς
 
ἄγειν ἀπʼ ἀκτῆς τῆσδʼ, ἐν ᾗ με προυβάλου
 
ἄφιλον ἔρημον ἄπολιν, ἐν ζῶσιν νεκρόν. φεῦ.
 
ὄλοιο· καί σοι πολλάκις τόδʼ ηὐξάμην.
 
ἀλλʼ οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι, 1020
 
σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δʼ ἀλγύνομαι
 
τοῦτʼ αὔθʼ, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας,
 
γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως
 
διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθʼ ὑπηρετεῖς.
 
καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς 1025
 
ἔπλεις ἅμʼ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον,
 
ἑκόντα πλεύσανθʼ ἑπτὰ ναυσὶ ναυβάτην,
 
ἄτιμον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ.
 
καὶ νῦν τί μʼ ἄγετε; τί μʼ ἀπάγεσθε; τοῦ χάριν;
 
ὃς οὐδέν εἰμι καὶ τέθνηχʼ ὑμῖν πάλαι. 1030
 
πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι
 
χωλός, δυσώδης; πῶς θεοῖς ἔξεσθʼ, ὁμοῦ
 
πλεύσαντος αἴθειν ἱερά; πῶς σπένδειν ἔτι;
 
αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ.
 
κακῶς ὄλοισθʼ· ὀλεῖσθε δʼ ἠδικηκότες 1035
 
τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει.
 
ἔξοιδα δʼ ὡς μέλει γʼ· ἐπεὶ οὔποτʼ ἂν στόλον
 
ἐπλεύσατʼ ἂν τόνδʼ εἵνεκʼ ἀνδρὸς ἀθλίου,
 
εἰ μή τι κέντρον θεῖον ἦγʼ ὑμᾶς ἐμοῦ.
 
ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐπόψιοι, 1040
 
τίσασθε τίσασθʼ ἀλλὰ τῷ χρόνῳ ποτὲ
 
ξύμπαντας αὐτούς, εἴ τι κἄμʼ οἰκτίρετε·
 
ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δʼ ἴδοιμʼ ὀλωλότας
 
τούτους, δοκοῖμʼ ἂν τῆς νόσου πεφευγέναι.
Χορός
βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν 1045
 
τήνδʼ εἶπʼ, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς.
Ὀδυσσεύς
πόλλʼ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδʼ ἔπη,
 
εἴ μοι παρείκοι· νῦν δʼ ἑνὸς κρατῶ λόγου.
 
οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμʼ ἐγώ·
 
χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις, 1050
 
οὐκ ἂν λάβοις μου μᾶλλον οὐδένʼ εὐσεβῆ.
 
νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν,
 
πλὴν εἰς σέ· νῦν δὲ σοί γʼ ἑκὼν ἐκστήσομαι.
 
ἄφετε γὰρ αὐτὸν μηδὲ προσψαύσητʼ ἔτι·
 
ἐᾶτε μίμνειν. οὐδὲ σοῦ προσχρῄζομεν, 1055
 
τά γʼ ὅπλʼ ἔχοντες ταῦτʼ, ἐπεὶ πάρεστι μὲν
 
Τεῦκρος παρʼ ἡμῖν, τήνδʼ ἐπιστήμην ἔχων,
 
ἐγώ θʼ, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν
 
τούτων κρατύνειν, μηδʼ ἐπιθύνειν χερί.
 
τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν· 1060
 
ἡμεῖς δʼ ἴωμεν, καὶ τάχʼ ἂν τὸ σὸν γέρας
 
τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν.
Φιλοκτήτης
οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖς
 
ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ;
Ὀδυσσεύς
μή μʼ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή. 1065
Φιλοκτήτης
ὦ σπέρμʼ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι
 
γενήσομαι προσφθεγκτός, ἀλλʼ οὕτως ἄπει;
Ὀδυσσεύς
χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν,
 
ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς.
Φιλοκτήτης
ἦ καὶ πρὸς ὑμῶν ὧδʼ ἔρημος, ὦ ξένοι, 1070
 
λειφθήσομαι δὴ κοὐκ ἐποικτερεῖτέ με;
Χορός
ὅδʼ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅσʼ ἂν
 
οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμέν.
Νεοπτόλεμος
ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως
 
πρὸς τοῦδʼ· ὅμως δὲ μείνατʼ, εἰ τούτῳ δοκεῖ, 1075
 
χρόνον τοσοῦτον, εἰς ὅσον τά τʼ ἐκ νεὼς
 
στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα.
 
χοὖτος τάχʼ ἂν φρόνησιν ἐν τούτῳ λάβοι
 
λῴω τινʼ ἡμῖν. νὼ μὲν οὖν ὁρμώμεθον,
 
ὑμεῖς δʼ, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς. 1080

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme