Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 4

Ὀρέστης
τόδʼ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.
Ἠλέκτρα
ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε
 
κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν, 1120
 
ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ
 
ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.
Ὀρέστης
δόθʼ, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς
 
ἐν δυσμενείᾳ γʼ οὖσʼ ἐπαιτεῖται τάδε,
 
ἀλλʼ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν. 1125
Ἠλέκτρα
ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ
 
ψυχῆς Ὀρέστου λοιπόν, ὥς σʼ ἀπʼ ἐλπίδων
 
οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.
 
νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,
 
δόμων δέ σʼ, ὦ παῖ, λαμπρὸν ἐξέπεμψʼ ἐγώ. 1130
 
ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,
 
πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν
 
κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,
 
ὅπως θανὼν ἔκεισο τῇ τόθʼ ἡμέρᾳ,
 
τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος. 1135
 
νῦν δʼ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς
 
κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,
← Önceki Epeisodion 4 · 2 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme