Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 4

Ὀρέστης
ἆρʼ, ὦ γυναῖκες, ὀρθά τʼ εἰσηκούσαμεν
 
ὀρθῶς θʼ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;
Χορός
τί δʼ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει; 1100
Ὀρέστης
Αἴγισθον ἔνθʼ ᾤκηκεν ἱστορῶ πάλαι.
Χορός
ἀλλʼ εὖ θʼ ἱκάνεις χὠ φράσας ἀζήμιος.
Ὀρέστης
τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν
 
ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;
Χορός
ἥδʼ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών. 1105
Ὀρέστης
ἴθʼ, ὦ γύναι, δήλωσον εἰσελθοῦσʼ ὅτι
 
Φωκῆς ματεύουσʼ ἄνδρες Αἴγισθόν τινες,
Ἠλέκτρα
οἴμοι τάλαινʼ, οὐ δή ποθʼ ἧς ἠκούσαμεν
 
φήμης φέροντες ἐμφανῆ τεκμήρια;
Ὀρέστης
οὐκ οἶδα τὴν σὴν κληδόνʼ· ἀλλά μοι γέρων 1110
 
ἐφεῖτʼ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι.
Ἠλέκτρα
τί δʼ ἔστιν, ὦ ξένʼ; ὥς μʼ ὑπέρχεται φόβος.
Ὀρέστης
φέροντες αὐτοῦ σμικρὰ λείψανʼ ἐν βραχεῖ
 
τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.
Ἠλέκτρα
οἲ ʼγὼ τάλαινα, τοῦτʼ ἐκεῖνʼ ἤδη σαφὲς 1115
 
πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.
Ὀρέστης
εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,
← Önceki bölüm Epeisodion 4 · 1 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme