Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Stasimon 3

[Choral 1]
τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ἐσορώμενοι τροφᾶς 1060
Χορός
κηδομένους ἀφʼ ὧν τε βλάστωσιν ἀφʼ ὧν τʼ ὄνασιν εὕρ-
 
ωσι, τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν;
 
ἀλλʼ οὐ τὰν Διὸς ἀστραπὰν
 
καὶ τὰν οὐρανίαν Θέμιν,
 
δαρὸν οὐκ ἀπόνητοι. 1065
 
ὦ χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰν
 
ὄπα τοῖς ἔνερθʼ Ἀτρείδαις, ἀχόρευτα φέρουσʼ
 
ὀνείδη·
 
ὅτι σφὶν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ δή, τὰ δὲ πρὸς τέκνων διπλῆ 1070
 
φύλοπις οὐκέτʼ ἐξισοῦται φιλοτασίῳ διαί-
 
τᾳ· πρόδοτος δὲ μόνα σαλεύει
 
Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς 1075
 
δειλαία στενάχουσʼ, ὅπως
 
ἁ πάνδυρτος ἀηδών,
 
οὔτε τι τοῦ θανεῖν προμηθὴς τό τε μὴ βλέπειν ἑτοίμα,
 
διδύμαν ἑλοῦσʼ Ἐρινύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι; 1080
[Choral 2]
οὐδεὶς τῶν ἀγαθῶν γὰρ
Χορός
ζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλει
 
νώνυμος, ὦ παῖ παῖ.
 
ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου, 1085
 
τὸ μὴ καλὸν καθοπλίσασα, δύο φέρειν ἐν ἑνὶ λόγῳ,
 
σοφά τʼ ἀρίστα τε παῖς κεκλῆσθαι.
 
ζῴης μοι καθύπερθεν 1090
 
χειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσον
 
νῦν ὑπόχειρ ναίεις·
 
ἐπεί σʼ ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ
 
βεβῶσαν, ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα, τῶνδε φερομέναν 1095
 
ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme