Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 3

Χρυσόθεμις
οὐδʼ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς
 
ἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης.
 
ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖ
 
τοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν·
 
ἀλλʼ ἔστʼ Ὀρέστου ταῦτα τἀπιτύμβια. 915
 
ἀλλʼ, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι
 
οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.
 
νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσως
 
πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.
Ἠλέκτρα
φεῦ, τῆς ἀνοίας ὥς σʼ ἐποικτίρω πάλαι. 920
Χρυσόθεμις
τί δʼ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;
Ἠλέκτρα
οὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει.
Χρυσόθεμις
πῶς δʼ οὐκ ἐγὼ κάτοιδʼ ἅ γʼ εἶδον ἐμφανῶς;
Ἠλέκτρα
τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι
 
σωτήριʼ ἔρρει· μηδὲν εἰς κεῖνόν γʼ ὅρα. 925
Χρυσόθεμις
οἴμοι τάλαινα· τοῦ τάδʼ ἤκουσας βροτῶν;
Ἠλέκτρα
τοῦ πλησίον παρόντος, ἡνίκʼ ὤλλυτο.
Χρυσόθεμις
καὶ ποῦ ʼστιν οὗτος; θαῦμά τοί μʼ ὑπέρχεται.
Ἠλέκτρα
κατʼ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.
Χρυσόθεμις
οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτʼ ἦν 930
← Önceki Epeisodion 3 · 3 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme