Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Stasimon 2

[Choral 1]
ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων
Χορός
Ἅλιος, εἰ ταῦτʼ ἐφορῶντες κρύπτουσιν ἕκηλοι; 825
Ἠλέκτρα
ἒ ἔ, αἰαῖ.
Χορός
ὦ παῖ, τί δακρύεις;
Ἠλέκτρα
φεῦ.
Χορός
μηδὲν μέγʼ ἀΰσῃς. 830
Ἠλέκτρα
ἀπολεῖς.
Χορός
πῶς;
Ἠλέκτρα
εἰ τῶν φανερῶς οἰχομένων
 
εἰς Ἀΐδαν ἐλπίδʼ ὑποίσεις, κατʼ ἐμοῦ τακομένας
 
μᾶλλον ἐπεμβάσει. 835
Χορός
οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοις
 
ἕρκεσι κρυφθέντα γυναικῶν· καὶ νῦν ὑπὸ γαίας
Ἠλέκτρα
ἒ ἔ, ἰώ. 840
Χορός
πάμψυχος ἀνάσσει.
Ἠλέκτρα
φεῦ.
Χορός
φεῦ δῆτʼ· ὀλοὰ γὰρ
Ἠλέκτρα
ἐδάμη.
Χορός
ναί. 845
Ἠλέκτρα
οἶδʼ οἶδʼ· ἐφάνη γὰρ μελέτωρ
 
ἀμφὶ τὸν ἐν πένθει· ἐμοὶ δʼ οὔτις ἔτʼ ἔσθʼ· ὃς γὰρ ἔτʼ ἦν,
 
φροῦδος ἀναρπασθείς.
[Choral 2]
δειλαία δειλαίων κυρεῖς.
Ἠλέκτρα
κἀγὼ τοῦδʼ ἴστωρ, ὑπερίστωρ, 850
 
πανσύρτῳ παμμήνῳ πολλῶν
 
δεινῶν στυγνῶν τʼ αἰῶνι.
Χορός
εἴδομεν ἁθρήνεις.
Ἠλέκτρα
μή μέ νυν μηκέτι 855
 
παραγάγῃς, ἵνʼ οὐ
Χορός
τί φής;
Ἠλέκτρα
πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων
 
εὐπατριδᾶν ἀρωγαί.
Χορός
πᾶσι θνατοῖς ἔφυ μόρος. 860
Ἠλέκτρα
ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις
 
οὕτως, ὡς κείνῳ δυστάνῳ,
 
τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;
Χορός
ἄσκοπος ἁ λώβα.
Ἠλέκτρα
πῶς γὰρ οὔκ; εἰ ξένος 865
 
ἄτερ ἐμᾶν χερῶν
Χορός
παπαῖ.
Ἠλέκτρα
κέκευθεν, οὔτε του τάφου ἀντιάσας
 
οὔτε γόων παρʼ ἡμῶν. 870

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme