Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 2

Κλυταιμνήστρα
ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει·
 
οὐ γὰρ πάρεστʼ Αἴγισθος, ὅς σʼ ἐπεῖχʼ ἀεὶ
 
μή τοι θυραίαν γʼ οὖσαν αἰσχύνειν φίλους·
 
νῦν δʼ ὡς ἄπεστʼ ἐκεῖνος, οὐδὲν ἐντρέπει
 
ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ 520
 
ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης
 
ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά·
 
ἐγὼ δʼ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε
 
λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.
 
πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημʼ ἀεὶ 525
 
ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ· καλῶς
 
ἔξοιδα· τῶνδʼ ἄρνησις οὐκ ἔνεστί μοι·
 
ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,
 
ᾗ χρῆν σʼ ἀρήγειν, εἰ φρονοῦσʼ ἐτύγχανες·
 
ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί, 530
 
τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη
 
θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ
 
λύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ.
 
εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων
 
ἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς; 535
 
ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν.
 
ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν
 
τἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;
 
πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,
 
οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς 540
 
καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδʼ ἦν χάριν;
 
ἢ τῶν ἐμῶν Ἅιδης τινʼ ἵμερον τέκνων
 
ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;
 
ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ
 
παίδων πόθος παρεῖτο, Μενέλεω δʼ ἐνῆν; 545
 
οὐ ταῦτʼ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;
 
δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·
 
φαίη δʼ ἂν ἡ θανοῦσά γʼ, εἰ φωνὴν λάβοι.
 
ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις
 
δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς, 550
 
γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.
Ἠλέκτρα
ἐρεῖς μὲν οὐχὶ νῦν γέ μʼ ὡς ἄρξασά τι
 
λυπηρὸν εἶτα σοῦ τάδʼ ἐξήκουσʼ ὕπο·
 
ἀλλʼ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θʼ ὕπερ
 
λέξαιμʼ ἂν ὀρθῶς τῆς κασιγνήτης θʼ ὁμοῦ. 555
Κλυταιμνήστρα
καὶ μὴν ἐφίημʼ· εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγους
 
ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.
Ἠλέκτρα
καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂν
 
τούτου λόγος γένοιτʼ ἂν αἰσχίων ἔτι,
 
εἴτʼ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι 560
 
ὡς οὐ δίκῃ γʼ ἔκτεινας, ἀλλά σʼ ἔσπασεν
 
πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει.
 
ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος
 
ποινὰς τὰ πολλὰ πνεύματʼ ἔσχʼ ἐν Αὐλίδι·
 
ἢ ʼγὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν. 565
 
πατήρ ποθʼ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς
 
παίζων κατʼ ἄλσος ἐξεκίνησεν ποδοῖν
 
στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς
 
ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.
 
κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη 570
 
κατεῖχʼ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον
 
τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.
 
ὧδʼ ἦν τὰ κείνης θύματʼ· οὐ γὰρ ἦν λύσις
 
ἄλλη στρατῷ πρὸς οἶκον οὐδʼ εἰς Ἴλιον.
 
ἀνθʼ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις 575
 
ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.
 
εἰ δʼ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων
 
ἐπωφελῆσαι ταῦτʼ ἔδρα, τούτου θανεῖν
 
χρῆν αὐτὸν οὕνεκʼ ἐκ σέθεν; ποίῳ νόμῳ;
 
ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς 580
 
μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.
 
εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοι
 
πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.
 
ἀλλʼ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.
 
εἰ γὰρ θέλεις, δίδαξον ἀνθʼ ὅτου τανῦν 585
 
αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,
 
ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθʼ οὗ
 
πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,
 
καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς
 
κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσʼ ἔχεις. 590
 
πῶς ταῦτʼ ἐπαινέσαιμʼ ἄν; ἢ καὶ ταῦτʼ ἐρεῖς
 
ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;
 
αἰσχρῶς δʼ, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν
 
ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.
 
ἀλλʼ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε, 595
 
ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα
 
κακοστομοῦμεν. καί σʼ ἔγωγε δεσπότιν
 
ἢ μητέρʼ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,
 
ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς
 
πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου· 600
 
ὃ δʼ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,
 
τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·
 
ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα
 
ἐπῃτιάσω· καὶ τόδʼ, εἴπερ ἔσθενον,
 
ἔδρων ἄν, εὖ τοῦτʼ ἴσθι· τοῦδέ γʼ οὕνεκα 605
 
κήρυσσέ μʼ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν
 
εἴτε στόμαργον εἴτʼ ἀναιδείας πλέαν.
 
εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,
 
σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.
Χορός
ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ 610
 
ξύνεστι, τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ.
Κλυταιμνήστρα
ποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,
 
ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,
 
καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ
 
χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ; 615
Ἠλέκτρα
εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν,
 
κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκα
 
ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.
 
ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ
 
ἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ· 620
 
αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται.
Κλυταιμνήστρα
ὦ θρέμμʼ ἀναιδές, ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπη
 
καὶ τἄργα τἀμὰ πόλλʼ ἄγαν λέγειν ποεῖ.
Ἠλέκτρα
σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς
 
τοὔργον· τὰ δʼ ἔργα τοὺς λόγους εὑρίσκεται. 625
Κλυταιμνήστρα
ἀλλʼ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους
 
τοῦδʼ οὐκ ἀλύξεις, εὖτʼ ἂν Αἴγισθος μόλῃ.
Ἠλέκτρα
ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι
 
λέγειν ἃ χρῄζοιμʼ, οὐδʼ ἐπίστασαι κλύειν.
Κλυταιμνήστρα
οὔκουν ἐάσεις οὐδʼ ὑπʼ εὐφήμου βοῆς 630
 
θῦσαί μʼ, ἐπειδὴ σοί γʼ ἐφῆκα πᾶν λέγειν;
Ἠλέκτρα
ἐῶ, κελεύω, θῦε· μηδʼ ἐπαιτιῶ
 
τοὐμὸν στόμʼ, ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι.
Κλυταιμνήστρα
ἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοι
 
πάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίους 635
 
εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.
 
κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,
 
κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις
 
ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει
 
πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί, 640
 
μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ
 
σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.
 
ἀλλʼ ὧδʼ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.
 
ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα
 
δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκειʼ ἄναξ, 645
 
εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,
 
εἰ δʼ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες·
 
καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες
 
δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,
 
ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ 650
 
δόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε,
 
φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν
 
εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ
 
δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.
 
ταῦτʼ, ὦ Λύκειʼ Ἄπολλον, ἵλεως κλύων 655
 
δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα.
 
τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ
 
ἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι·
 
τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθʼ ὁρᾶν.
Παιδαγωγός
ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς 660
 
εἰ τοῦ τυράννου δώματʼ Αἰγίσθου τάδε;
Χορός
τάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς.
Παιδαγωγός
ἦ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶ
 
κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
Χορός
μάλιστα πάντων· ἥδε σοι κείνη πάρα. 665
Παιδαγωγός
ὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγους
 
ἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ.
Κλυταιμνήστρα
ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου
 
πρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν.
Παιδαγωγός
Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα. 670
Κλυταιμνήστρα
τὸ ποῖον, ὦ ξένʼ; εἰπέ· παρὰ φίλου γὰρ ὢν
 
ἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους.
Παιδαγωγός
τέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.
Ἠλέκτρα
οἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ.
Κλυταιμνήστρα
τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε. 675
Παιδαγωγός
θανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.
Ἠλέκτρα
ἀπωλόμην δύστηνος, οὐδέν εἰμʼ ἔτι.
Κλυταιμνήστρα
σὺ μὲν τὰ σαυτῆς πρᾶσσʼ, ἐμοὶ δὲ σύ, ξένε,
 
τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;
Παιδαγωγός
κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω. 680
 
κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος
 
πρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν,
 
ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτων
 
δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,
 
εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας· 685
 
δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματα
 
νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.
 
χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω
 
οὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη·
 
ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς 690
 
δρόμων διαύλων πένταθλʼ ἃ νομίζεται,
 
τούτων ἐνεγκὼν πάντα τἀπινίκια
 
ὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος,
 
ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος
 
Ἀγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε. 695
 
καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶν
 
βλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν.
 
κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶν
 
ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,
 
εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα. 700
 
εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο
 
Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·
 
κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων
 
ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας
 
ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ· 705
 
ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·
 
ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·
 
Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.
 
στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆς
 
κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους, 710
 
χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμα
 
ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν
 
ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος
 
κτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω
 
φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι 715
 
φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι
 
χνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά.
 
ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις
 
ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.
 
κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχων 720
 
ἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶς
 
σειραῖον ἵππον εἶργε τὸν προσκείμενον.
 
καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·
 
ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι
 
πῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆς 725
 
τελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμον
 
μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις·
 
κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ
 
ἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατο
 
ναυαγίων Κρισαῖον ἱππικῶν πέδον. 730
 
γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος
 
ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς
 
κλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον.
 
ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχων
 
πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων· 735
 
ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,
 
ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖς
 
πώλοις διώκει, κἀξισώσαντε ζυγὰ
 
ἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτερος
 
κάρα προβάλλων ἱππικῶν ὀχημάτων. 740
 
καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους
 
ὡρμᾶθʼ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·
 
ἔπειτα λύων ἡνίαν ἀριστερὰν
 
κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν
 
παίσας· ἔθραυσε δʼ ἄξονος μέσας χνόας 745
 
κἀξ ἀντύγων ὤλισθεν· ἐν δʼ ἑλίσσεται
 
τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ
 
πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.
 
στρατὸς δʼ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα
 
δίφρων, ἀνωλόλυξε τὸν νεανίαν, 750
 
οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά,
 
φορούμενος πρὸς οὖδας, ἄλλοτʼ οὐρανῷ
 
σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται,
 
μόλις κατασχεθόντες ἱππικὸν δρόμον,
 
ἔλυσαν αἱματηρόν, ὥστε μηδένα 755
 
γνῶναι φίλων ἰδόντʼ ἂν ἄθλιον δέμας.
 
καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ
 
χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ
 
φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,
 
ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός. 760
 
τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὡς μὲν ἐν λόγῳ
 
ἀλγεινά, τοῖς δʼ ἰδοῦσιν, οἵπερ εἴδομεν,
 
μέγιστα πάντων ὧν ὄπωπʼ ἐγὼ κακῶν.
Χορός
φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι
 
πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος. 765
Κλυταιμνήστρα
ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,
 
ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δʼ ἔχει,
 
εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.
Παιδαγωγός
τί δʼ ὧδʼ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;
Κλυταιμνήστρα
δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς 770
 
πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.
Παιδαγωγός
μάτην ἄρʼ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.
Κλυταιμνήστρα
οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις,
 
εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήρια
 
προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς, 775
 
μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς
 
ἀπεξενοῦτο καί μʼ, ἐπεὶ τῆσδε χθονὸς
 
ἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοι
 
φόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν;
 
ὥστʼ οὔτε νυκτὸς ὕπνον οὔτʼ ἐξ ἡμέρας 780
 
ἐμὲ στεγάζειν ἡδύν, ἀλλʼ ὁ προστατῶν
 
χρόνος διῆγέ μʼ αἰὲν ὡς θανουμένην.
 
νῦν δʼ—ἡμέρᾳ γὰρ τῇδʼ ἀπήλλαγμαι φόβου
 
πρὸς τῆσδʼ ἐκείνου θʼ· ἥδε γὰρ μείζων βλάβη
 
ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσʼ ἀεὶ 785
 
ψυχῆς ἄκρατον αἷμα—νῦν δʼ ἕκηλά που
 
τῶν τῆσδʼ ἀπειλῶν οὕνεχʼ ἡμερεύσομεν.
Ἠλέκτρα
οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,
 
Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθʼ ὧδʼ ἔχων
 
πρὸς τῆσδʼ ὑβρίζει μητρός. ἆρʼ ἔχει καλῶς; 790
Κλυταιμνήστρα
οὔτοι σύ· κεῖνος δʼ ὡς ἔχει καλῶς ἔχει.
Ἠλέκτρα
ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.
Κλυταιμνήστρα
ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.
Ἠλέκτρα
ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.
Κλυταιμνήστρα
οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε. 795
Ἠλέκτρα
πεπαύμεθʼ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.
Κλυταιμνήστρα
πολλῶν ἂν ἥκοις, ὦ ξένʼ, ἄξιος τυχεῖν,
 
εἰ τήνδʼ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.
Παιδαγωγός
οὐκοῦν ἀποστείχοιμʼ ἄν, εἰ τάδʼ εὖ κυρεῖ.
Κλυταιμνήστρα
ἥκιστʼ· ἐπείπερ οὔτʼ ἐμοῦ κατάξιʼ ἂν 800
 
πράξειας οὔτε τοῦ πορεύσαντος ξένου.
 
ἀλλʼ εἴσιθʼ εἴσω· τήνδε δʼ ἔκτοθεν βοᾶν
 
ἔα τά θʼ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.
Ἠλέκτρα
ἆρʼ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη
 
δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ 805
 
τὸν υἱὸν ἡ δύστηνος ὧδʼ ὀλωλότα;
 
ἀλλʼ ἐγγελῶσα φροῦδος· ὦ τάλαινʼ ἐγώ.
 
Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών.
 
ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς
 
αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι, 810
 
σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε
 
κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;
 
μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένη
 
καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν
 
ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ 815
 
φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει;
 
ἀλλʼ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου
 
ξύνοικος, εἴσειμʼ, ἀλλὰ τῇδε πρὸς πύλῃ
 
παρεῖσʼ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.
 
πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται, 820
 
τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,
 
λύπη δʼ, ἐὰν ζῶ· τοῦ βίου δʼ οὐδεὶς πόθος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme