Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Stasimon 5

[Choral 1]
ἴδεθʼ ὅποι προνέμεται
Χορός
τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης. 1385
 
βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι
 
μετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες,
 
ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμενεῖ
 
τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον. 1390
 
παράγεται γὰρ ἐνέρων
 
δολιόπους ἀρωγὸς εἴσω στέγας,
 
ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια,
 
νεακόνητον αἷμα χειροῖν ἔχων· ὁ Μαίας δὲ παῖς
 
Ἑρμῆς σφʼ ἄγει δόλον σκότῳ 1395
 
κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτʼ ἀμμένει.
[Choral 2]
ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα
Ἠλέκτρα
τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε.
Χορός
πῶς δή; τί νῦν πράσσουσιν;
Ἠλέκτρα
ἡ μὲν ἐς τάφον 1400
 
λέβητα κοσμεῖ, τὼ δʼ ἐφέστατον πέλας.
Χορός
σὺ δʼ ἐκτὸς ᾖξας πρὸς τί;
Ἠλέκτρα
φρουρήσουσʼ ὅπως
 
Αἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω.
Κλυταιμνήστρα
αἰαῖ. ἰὼ στέγαι
 
φίλων ἔρημοι, τῶν δʼ ἀπολλύντων πλέαι. 1405
Ἠλέκτρα
βοᾷ τις ἔνδον· οὐκ ἀκούετʼ, ὦ φίλαι;
Χορός
ἤκουσʼ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι.
Κλυταιμνήστρα
οἴμοι τάλαινʼ· Αἴγισθε, ποῦ ποτʼ ὢν κυρεῖς;
Ἠλέκτρα
ἰδοὺ μάλʼ αὖ θροεῖ τις.
Κλυταιμνήστρα
ὦ τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν. 1410
Ἠλέκτρα
ἀλλʼ οὐκ ἐκ σέθεν
 
ᾠκτίρεθʼ οὗτος οὐδʼ ὁ γεννήσας πατήρ.
Χορός
ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι
 
μοῖρα καθαμερία φθίνει φθίνει.
Κλυταιμνήστρα
ὤμοι πέπληγμαι. 1415
Ἠλέκτρα
παῖσον, εἰ σθένεις, διπλῆν.
Κλυταιμνήστρα
ὤμοι μάλʼ αὖθις.
Ἠλέκτρα
εἰ γὰρ Αἰγίσθῳ θʼ ὁμοῦ.
Χορός
τελοῦσʼ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι.
 
παλίρρυτον γὰρ αἷμʼ ὑπεξαιροῦσι τῶν 1420
 
κτανόντων οἱ πάλαι θανόντες.
 
καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ
 
στάζει θυηλῆς Ἄρεος, οὐδʼ ἔχω ψέγειν.
Ἠλέκτρα
Ὀρέστα, πῶς κυρεῖτε;
Ὀρέστης
τἀν δόμοισι μὲν
 
καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν. 1425
Ἠλέκτρα
τέθνηκεν ἡ τάλαινα;
Ὀρέστης
μηκέτʼ ἐκφοβοῦ
 
μητρῷον ὥς σε λῆμʼ ἀτιμάσει ποτέ.
Χορός
παύσασθε· λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.
Ἠλέκτρα
ὦ παῖδες, οὐκ ἄψορρον; 1430
Ὀρέστης
εἰσορᾶτε ποῦ τὸν ἄνδρʼ;
Ἠλέκτρα
ἐφʼ ἡμῖν οὗτος ἐκ προαστίου
 
χωρεῖ γεγηθὼς
Χορός
βᾶτε κατʼ ἀντιθύρων ὅσον τάχιστα,
 
νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδʼ ὡς πάλιν. 1435
Ὀρέστης
θάρσει· τελοῦμεν.
Ἠλέκτρα
ᾗ νοεῖς ἔπειγέ νυν.
Ὀρέστης
καὶ δὴ βέβηκα.
Ἠλέκτρα
τἀνθάδʼ ἂν μέλοιτʼ ἐμοί.
Χορός
διʼ ὠτὸς ἂν παῦρά γʼ ὡς ἠπίως ἐννέπειν
 
πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς 1440
 
ὀρούσῃ πρὸς δίκας ἀγῶνα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme