Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 5

Ὀρέστης
τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,
 
καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με,
 
μήθʼ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων 1290
 
ἀντλεῖ, τὰ δʼ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην·
 
χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.
 
ἃ δʼ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ
 
σήμαινʼ, ὅπου φανέντες ἢ κεκρυμμένοι
 
γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ. 1295
 
οὕτω δʼ ὅπως μήτηρ σε μὴ ʼπιγνώσεται
 
φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους·
 
ἀλλʼ ὡς ἐπʼ ἄτῃ τῇ μάτην λελεγμένῃ
 
στέναζʼ· ὅταν γὰρ εὐτυχήσωμεν, τότε
 
χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως. 1300
Ἠλέκτρα
ἀλλʼ ὦ κασίγνηθʼ, ὧδʼ ὅπως καὶ σοὶ φίλον
 
καὶ τοὐμὸν ἔσται τῇδʼ· ἐπεὶ τὰς ἡδονὰς
 
πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην,
 
κοὐδʼ ἄν σε λυπήσασα δεξαίμην βραχὺ
 
αὐτὴ μέγʼ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς 1305
 
ὑπηρετοίην τῷ παρόντι δαίμονι.
 
ἀλλʼ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων
 
ὁθούνεκʼ Αἴγισθος μὲν οὐ κατὰ στέγας,
 
μήτηρ δʼ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθʼ ὡς
 
γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα. 1310
 
μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,
 
κἀπεί σʼ ἐσεῖδον, οὔ ποτʼ ἐκλήξω χαρᾷ
 
δακρυρροοῦσα· πῶς γὰρ ἂν λήξαιμʼ ἐγώ,
 
ἥτις μιᾷ σε τῇδʼ ὁδῷ θανόντα τε
 
καὶ ζῶντʼ ἐσεῖδον; εἴργασαι δέ μʼ ἄσκοπα· 1315
 
ὥστʼ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτʼ ἂν
 
τέρας νομίζειν αὐτό, πιστεύειν δʼ ὁρᾶν.
 
ὅτʼ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν,
 
ἄρχʼ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη
 
οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς 1320
 
ἔσωσʼ ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην.
Ὀρέστης
σιγᾶν ἐπῄνεσʼ ὡς ἐπʼ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος.
Ἠλέκτρα
εἴσιτʼ, ὦ ξένοι,
 
ἄλλως τε καὶ φέροντες οἷʼ ἂν οὔτε τις
 
δόμων ἀπώσαιτʼ οὔτʼ ἂν ἡσθείη λαβών. 1325
Παιδαγωγός
ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,
 
πότερα παρʼ οὐδὲν τοῦ βίου κήδεσθʼ ἔτι
 
ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής,
 
ὅτʼ οὐ παρʼ αὐτοῖς, ἀλλʼ ἐν αὐτοῖσιν κακοῖς
 
τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε; 1330
 
ἀλλʼ εἰ σταθμοῖσι τοῖσδε μὴ ʼκύρουν ἐγὼ
 
πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις
 
τὰ δρώμενʼ ὑμῶν πρόσθεν ἢ τὰ σώματα·
 
νῦν δʼ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ.
 
καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγων 1335
 
καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς
 
εἴσω παρέλθεθʼ, ὡς τὸ μὲν μέλλειν κακὸν
 
ἐν τοῖς τοιούτοις ἔστʼ, ἀπηλλάχθαι δʼ ἀκμή.
Ὀρέστης
πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;
Παιδαγωγός
καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα. 1340
Ὀρέστης
ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.
Παιδαγωγός
εἷς τῶν ἐν Ἅιδου μάνθανʼ ἐνθάδʼ ὢν ἀνήρ.
Ὀρέστης
χαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι;
Παιδαγωγός
τελουμένων εἴποιμʼ ἄν· ὡς δὲ νῦν ἔχει,
 
καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς. 1345
Ἠλέκτρα
τίς οὗτός ἐστʼ, ἀδελφέ; πρὸς θεῶν φράσον.
Ὀρέστης
οὐχὶ ξυνίης;
Ἠλέκτρα
οὐδέ γʼ ἐς θυμὸν φέρω.
Ὀρέστης
οὐκ οἶσθʼ ὅτῳ μʼ ἔδωκας εἰς χέρας ποτέ;
Ἠλέκτρα
ποίῳ; τί φωνεῖς;
Ὀρέστης
οὗ τὸ Φωκέων πέδον
 
ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν. 1350
Ἠλέκτρα
ἦ κεῖνος οὗτος, ὅν ποτʼ ἐκ πολλῶν ἐγὼ
 
μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ;
Ὀρέστης
ὅδʼ ἐστί· μή μʼ ἔλεγχε πλείοσιν λόγοις.
Ἠλέκτρα
ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων
 
Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ, 1355
 
ὃς τόνδε κἄμʼ ἔσωσας ἐκ πολλῶν πόνων;
 
ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δʼ ἔχων
 
ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι
 
ξυνών μʼ ἔληθες οὐδʼ ἔφαινες, ἀλλά με
 
λόγοις ἀπώλλυς, ἔργʼ ἔχων ἥδιστʼ ἐμοί; 1360
 
χαῖρʼ, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ·
 
χαῖρʼ· ἴσθι δʼ ὡς μάλιστά σʼ ἀνθρώπων ἐγὼ
 
ἤχθηρα κἀφίλησʼ ἐν ἡμέρᾳ μιᾷ.
Παιδαγωγός
ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους
 
πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τʼ ἴσαι, 1365
 
αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.
 
σφῷν δʼ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι
 
νῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμνήστρα μόνη,
 
νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δʼ ἐφέξετον,
 
φροντίζεθʼ ὡς τούτοις τε καὶ σοφωτέροις 1370
 
ἄλλοισι τούτων πλείοσιν μαχούμενοι.
Ὀρέστης
οὐκ ἂν μακρῶν ἔθʼ ἡμὶν οὐδὲν ἂν λόγων,
 
Πυλάδη, τόδʼ εἴη τοὔργον, ἀλλʼ ὅσον τάχος
 
χωρεῖν ἔσω, πατρῷα προσκύσανθʼ ἕδη
 
θεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε. 1375
Ἠλέκτρα
ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε
 
ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ
 
ἀφʼ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί.
 
νῦν δʼ, ὦ Λύκειʼ Ἄπολλον, ἐξ οἵων ἔχω
 
αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων 1380
 
ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων,
 
καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια
 
τῆς δυσσεβείας οἷα δωροῦνται θεοί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme