Thesauros Literature Tragedy Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Epeisodion 4

Ἰοκάστη
χώρας ἄνακτες, δόξα μοι παρεστάθη
 
ναοὺς ἱκέσθαι δαιμόνων, τάδʼ ἐν χεροῖν
 
στέφη λαβούσῃ κἀπιθυμιάματα.
 
ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
 
λύπαισι παντοίαισιν· οὐδʼ ὁποῖʼ ἀνὴρ 915
 
ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
 
ἀλλʼ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι.
 
ὅτʼ οὖν παραινοῦσʼ οὐδὲν ἐς πλέον ποιῶ,
 
πρὸς σʼ, ὦ Λύκειʼ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,
 
ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν, 920
 
ὅπως λύσιν τινʼ ἡμὶν εὐαγῆ πόρῃς·
 
ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
 
κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.
Ἄγγελος
ἆρʼ ἂν παρʼ ὑμῶν, ὦ ξένοι, μάθοιμʼ ὅπου
 
τὰ τοῦ τυράννου δώματʼ ἐστὶν Οἰδίπου; 925
 
μάλιστα δʼ αὐτὸν εἴπατʼ, εἰ κάτισθʼ ὅπου.
Χορός
στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·
 
γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.
Ἄγγελος
ἀλλʼ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ
 
γένοιτʼ, ἐκείνου γʼ οὖσα παντελὴς δάμαρ. 930
← Önceki bölüm Epeisodion 4 · 1 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme