Thesauros Literature Tragedy Αἴας

Αἴας

Αἴας Sophocles

Stasimon 3

[Choral 2]
ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,
Χορός
λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα 625
 
φρενομόρως ἀκούσῃ,
 
αἴλινον αἴλινον
 
οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς
 
ἥσει δύσμορος, ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς 630
 
θρηνήσει, χερόπλακτοι δʼ
 
ἐν στέρνοισι πεσοῦνται
 
δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
 
κρείσσων παρʼ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν, 635
 
ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
 
πολυπόνων Ἀχαιῶν,
 
οὐκέτι συντρόφοις
 
ὀργαῖς ἔμπεδος, ἀλλʼ ἐκτὸς ὁμιλεῖ. 640
 
ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι
 
παιδὸς δύσφορον ἄταν,
 
ἃν οὔπω τις ἔθρεψεν
 
αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε. 645
← Önceki Stasimon 3 · 2 / 2 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme