Thesauros Literature Tragedy Αἴας

Αἴας

Αἴας Sophocles

Epeisodion 3

Αἴας
αἰαῖ· τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμον 430
 
τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
 
νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
 
καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
 
ὅτου πατὴρ μὲν τῆσδʼ ἀπʼ Ἰδαίας χθονὸς
 
τὰ πρῶτα καλλιστεῖʼ ἀριστεύσας στρατοῦ 435
 
πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·
 
ἐγὼ δʼ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον
 
Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει
 
οὐδʼ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
 
ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι. 440
 
καίτοι τοσοῦτόν γʼ ἐξεπίστασθαι δοκῶ·
 
εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
 
κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
 
οὐκ ἄν τις αὔτʼ ἔμαρψεν ἄλλος ἀντʼ ἐμοῦ.
 
νῦν δʼ αὔτʼ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας 445
 
ἔπραξαν, ἀνδρὸς τοῦδʼ ἀπώσαντες κράτη.
 
κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι
 
γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
 
δίκην κατʼ ἄλλου φωτὸς ὧδʼ ἐψήφισαν.
 
νῦν δʼ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ 450
 
ἤδη μʼ ἐπʼ αὐτοῖς χεῖρʼ ἐπεντύνοντʼ ἐμὴν
 
ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,
 
ὥστʼ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·
 
κεῖνοι δʼ ἐπεγγελῶσιν ἐκπεφευγότες,
 
ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν 455
 
βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα.
 
καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς
 
ἐχθαίρομαι, μισεῖ δέ μʼ Ἑλλήνων στρατός,
 
ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
 
πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας 460
 
μόνους τʼ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
 
καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
 
Τελαμῶνι; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν
 
γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,
 
ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν; 465
 
οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτʼ ἰὼν
 
πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
 
καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;
 
ἀλλʼ ὧδέ γʼ Ἀτρείδας ἂν εὐφράναιμί που.
 
οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα 470
 
τοιάδʼ ἀφʼ ἧς γέροντι δηλώσω πατρὶ
 
μή τοι φύσιν γʼ ἄσπλαγχνος ἐκ κείνου γεγώς.
 
αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
 
κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
 
τί γὰρ παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχει 475
 
προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
 
οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν
 
ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται·
 
ἀλλʼ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
 
τὸν εὐγενῆ χρή. πάντʼ ἀκήκοας λόγον. 480
Χορός
οὐδεὶς ἐρεῖ ποθʼ ὡς ὑπόβλητον λόγον,
 
Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός·
 
παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
 
γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.
Τέκμησσα
ὦ δέσποτʼ Αἴας, τῆς ἀναγκαίας τύχης 485
 
οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
 
ἐγὼ δʼ ἐλευθέρου μὲν ἐξέφυν πατρός,
 
εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·
 
νῦν δʼ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδʼ ἔδοξέ που
 
καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ 490
 
τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,
 
καί σʼ ἀντιάζω πρός τʼ ἐφεστίου Διὸς
 
εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,
 
μή μʼ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
 
τῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἐφείς τινι. 495
 
ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
 
ταύτῃ νόμιζε κἀμὲ τῇ τόθʼ ἡμέρᾳ
 
βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
 
ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
 
καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ 500
 
λόγοις ἰάπτων· ἴδετε τὴν ὁμευνέτιν
 
Αἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ,
 
οἵας λατρείας ἀνθʼ ὅσου ζήλου τρέφει.
 
τοιαῦτʼ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ,
 
σοὶ δʼ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει. 505
 
ἀλλʼ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
 
γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
 
πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
 
θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
 
οἴκτιρε δʼ, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας 510
 
τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
 
ὑπʼ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
 
κείνῳ τε κἀμοὶ τοῦθʼ, ὅταν θάνῃς, νεμεῖς.
 
ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν εἰς ὅ τι βλέπω
 
πλὴν σοῦ. σὺ γάρ μοι πατρίδʼ ᾔστωσας δόρει, 515
 
καὶ μητέρʼ ἄλλη μοῖρα τὸν φύσαντά τε
 
καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
 
τίς δῆτʼ ἐμοὶ γένοιτʼ ἂν ἀντὶ σοῦ πατρίς;
 
τίς πλοῦτος; ἐν σοὶ πᾶσʼ ἔγωγε σῴζομαι.
 
ἀλλʼ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν 520
 
μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
 
χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσʼ ἀεί·
 
ὅτου δʼ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
 
οὐκ ἂν γένοιτʼ ἔθʼ οὗτος εὐγενὴς ἀνήρ.
Χορός
Αἴας, ἔχειν σʼ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ 525
 
θέλοιμʼ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδʼ ἔπη.
Αἴας
καὶ κάρτʼ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
 
ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
Τέκμησσα
ἀλλʼ ὦ φίλʼ Αἴας, πάντʼ ἔγωγε πείσομαι.
Αἴας
κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω. 530
Τέκμησσα
καὶ μὴν φόβοισί γʼ αὐτὸν ἐξελυσάμην.
Αἴας
ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;
Τέκμησσα
μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
Αἴας
πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
Τέκμησσα
ἀλλʼ οὖν ἐγὼ ʼφύλαξα τοῦτό γʼ ἀρκέσαι. 535
Αἴας
ἐπῄνεσʼ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
Τέκμησσα
τί δῆτʼ ἂν ὡς ἐκ τῶνδʼ ἂν ὠφελοῖμί σε;
Αἴας
δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τʼ ἰδεῖν.
Τέκμησσα
καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
Αἴας
τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν; 540
Τέκμησσα
ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων
 
ἄγʼ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
Αἴας
ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγων;
Τέκμησσα
καὶ δὴ κομίζει προσπόλων ὅδʼ ἐγγύθεν.
Αἴας
αἶρʼ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὒ 545
 
νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,
 
εἴπερ δικαίως ἔστʼ ἐμὸς τὰ πατρόθεν.
 
ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
 
δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
 
ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, 550
 
τὰ δʼ ἄλλʼ ὅμοιος· καὶ γένοιʼ ἂν οὐ κακός.
 
καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
 
ὁθούνεκʼ οὐδὲν τῶνδʼ ἐπαισθάνει κακῶν·
 
ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
 
τὸ μὴ φρονεῖν γὰρ κάρτʼ ἀνώδυνον κακόν
 
ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς. 555
 
ὅταν δʼ ἵκῃ πρὸς τοῦτο, δεῖ σʼ ὅπως πατρὸς
 
δείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ʼτράφης.
 
τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
 
ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
 
οὔτοι σʼ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ 560
 
στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντʼ ἐμοῦ.
 
τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι
 
λείψω τροφῆ τʼ ἄοκνον ἔμπα, κεἰ τανῦν
 
τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
 
ἀλλʼ, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς, 565
 
ὑμῖν τε κοινὴν τήνδʼ ἐπισκήπτω χάριν,
 
κείνῳ τʼ ἐμὴν ἀγγείλατʼ ἐντολήν, ὅπως
 
τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
 
Τελαμῶνι δείξει μητρί τʼ, Ἐριβοίᾳ λέγω,
 
ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί, 570
 
μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ,
 
καὶ τἀμὰ τεύχη μήτʼ ἀγωνάρχαι τινὲς
 
θήσουσʼ Ἀχαιοῖς μήθʼ ὁ λυμεὼν ἐμός.
 
ἀλλʼ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,
 
Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων 575
 
πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος·
 
τὰ δʼ ἄλλα τεύχη κοίνʼ ἐμοὶ τεθάψεται.
 
ἀλλʼ ὡς τάχος τὸν παῖδα τόνδʼ ἤδη δέχου
 
καὶ δῶμα πάκτου, μηδʼ ἐπισκήνους γόους
 
δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή. 580
 
πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ
 
θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
Χορός
δέδοικʼ ἀκούων τήνδε τὴν προθυμίαν·
 
οὐ γάρ μʼ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
Τέκμησσα
ὦ δέσποτʼ Αἴας, τί ποτε δρασείεις φρενί; 585
Αἴας
μὴ κρῖνε, μὴ ʼξέταζε· σωφρονεῖν καλόν.
Τέκμησσα
οἴμʼ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου
 
καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
Αἴας
ἄγαν γε λυπεῖς· οὐ κάτοισθʼ ἐγὼ θεοῖς
 
ὡς οὐδὲν ἀρκεῖν εἴμʼ ὀφειλέτης ἔτι; 590
Τέκμησσα
εὔφημα φώνει.
Αἴας
τοῖς ἀκούουσιν λέγε.
Τέκμησσα
σὺ δʼ οὐχὶ πείσει;
Αἴας
πόλλʼ ἄγαν ἤδη θροεῖς.
Τέκμησσα
ταρβῶ γάρ, ὦναξ.
Αἴας
οὐ ξυνέρξεθʼ ὡς τάχος;
Τέκμησσα
πρὸς θεῶν, μαλάσσου.
Αἴας
μῶρά μοι δοκεῖς φρονεῖν,
 
εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς. 595

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme