Thesauros Literature Tragedy Αἴας

Αἴας

Αἴας Sophocles

Stasimon 2

[Choral 1]
ἰὼ
Αἴας
φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων,
 
μόνοι ἔτʼ ἐμμένοντες ὀρθῷ νόμῳ, 350
 
ἴδεσθέ μʼ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης
 
ἀμφίδρομον κυκλεῖται.
Χορός
οἴμʼ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.
 
δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει. 355
Αἴας
ἰὼ
 
γένος ναΐας ἀρωγὸν τέχνας,
 
ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,
 
σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντʼ· 360
 
ἀλλά με συνδάϊξον.
Χορός
εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς
 
ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.
[Choral 2]
ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,
Αἴας
τὸν ἐν δαΐοις ἄτρεστον μάχαις, 365
 
ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
 
ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.
Τέκμησσα
μή, δέσποτʼ Αἴας, λίσσομαί σʼ, αὔδα τάδε.
Αἴας
οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμεῖ πόδα;
 
αἰαῖ αἰαῖ. 370
Χορός
ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.
Αἴας
ὦ δύσμορος, ὃς χερὶ μὲν
 
μεθῆκα τοὺς ἀλάστορας, ἐν δʼ ἑλίκεσσι
 
βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις 375
 
ἐρεμνὸν αἷμʼ ἔδευσα.
Χορός
τί δῆτʼ ἂν ἀλγοίης ἐπʼ ἐξειργασμένοις;
 
οὐ γὰρ γένοιτʼ ἂν ταῦθʼ ὅπως οὐχ ὧδʼ ἔχειν.
Αἴας
ἰὼ πάνθʼ ὁρῶν ἁπάντων τʼ ἀεὶ
 
κακῶν ὄργανον, τέκνον Λαρτίου, 380
 
κακοπινέστατόν τʼ ἄλημα στρατοῦ,
 
ἦ που πολὺν γέλωθʼ ὑφʼ ἡδονῆς ἄγεις.
Χορός
ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
Αἴας
ἴδοιμι μήν νιν, καίπερ ὧδʼ ἀτώμενος.
 
ἰώ μοί μοι. 385
Χορός
μηδὲν μέγʼ εἴπῃς· οὐχ ὁρᾷς ἵνʼ εἶ κακοῦ;
Αἴας
ὦ Ζεῦ, προγόνων προπάτωρ,
 
πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα,
 
τούς τε δισσάρχας ὀλέσσας βασιλῆς 390
 
τέλος θάνοιμι καὐτός;
Τέκμησσα
ὅταν κατεύχῃ ταῦθʼ, ὁμοῦ κἀμοὶ θανεῖν
 
εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
[Choral 3]
ἰὼ
Αἴας
σκότος, ἐμὸν φάος,
 
ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί, 395
 
ἕλεσθʼ ἕλεσθέ μʼ οἰκήτορα,
 
ἕλεσθέ μʼ· οὔτε γὰρ θεῶν γένος οὔθʼ ἁμερίων
 
ἔτʼ ἄξιος βλέπειν τινʼ εἰς ὄνασιν ἀνθρώπων. 400
 
ἀλλά μʼ ἁ Διὸς 400
 
ἀλκίμα θεὸς
 
ὀλέθριʼ αἰκίζει.
 
ποῖ τις οὖν φύγῃ;
 
ποῖ μολὼν μενῶ;
 
εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδʼ 405
 
ὁμοῦ πέλας, μώραις δʼ ἄγραις προσκείμεθα,
 
πᾶς δὲ στρατὸς δίπαλτος ἄν με
 
χειρὶ φονεύοι.
Τέκμησσα
ὦ δυστάλαινα, τοιάδʼ ἄνδρα χρήσιμον 410
 
φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτʼ ἄν.
Αἴας
ἰὼ
 
πόροι ἁλίρροθοι
 
πάραλά τʼ ἄντρα καὶ νέμος ἐπάκτιον,
 
πολὺν πολύν με δαρόν τε δὴ
 
κατείχετʼ ἀμφὶ Τροίαν χρόνον· ἀλλʼ οὐκέτι μʼ, οὐκ 415
 
ἔτʼ ἀμπνοὰς ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.
 
ὦ Σκαμάνδριοι
 
γείτονες ῥοαί,
 
εὔφρονες Ἀργείοις, 420
 
οὐκέτʼ ἄνδρα μὴ
 
τόνδʼ ἴδητʼ, ἔπος
 
ἐξερῶ μέγʼ, οἷον οὔτινα
 
Τροία στρατοῦ δέρχθη χθονὸς μολόντʼ ἀπὸ 425
 
Ἑλλανίδος· τανῦν δʼ ἄτιμος
 
ὧδε πρόκειμαι.
Χορός
οὔτοι σʼ ἀπείργειν οὐδʼ ὅπως ἐῶ λέγειν
 
ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme