Thesauros Literature Tragedy Αἴας

Αἴας

Αἴας Sophocles

Stasimon 7

[Episode]
ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται
Τεῦκρος
χρόνος. ἀλλʼ οἱ μὲν κοίλην κάπετον
 
χερσὶ ταχύνατε, τοὶ δʼ ὑψίβατον
 
τρίποδʼ ἀμφίπυρον λουτρῶν ὁσίων 1405
 
θέσθʼ ἐπίκαιρον·
 
μία δʼ ἐκ κλισίας ἀνδρῶν ἴλη
 
τὸν ὑπασπίδιον κόσμον φερέτω.
 
παῖ, σὺ δὲ πατρός γʼ, ὅσον ἰσχύεις,
 
φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ 1410
 
τάσδʼ ἐπικούφιζʼ· ἔτι γὰρ θερμαὶ
 
σύριγγες ἄνω φυσῶσι μέλαν
 
μένος. ἀλλʼ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ
 
φησὶ παρεῖναι, σούσθω, βάτω,
 
τῷδʼ ἀνδρὶ πονῶν τῷ πάντʼ ἀγαθῷ 1415
 
κοὐδενί πω λῴονι θνητῶν
 
Αἴαντος, ὅτʼ ἦν, τότε φωνῶ.
Χορός
ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν
 
γνῶναι· πρὶν ἰδεῖν δʼ οὐδεὶς μάντις
 
τῶν μελλόντων, ὅ τι πράξει. 1420
← Önceki 16 / 16

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme