Thesauros Literature Tragedy Αἴας

Αἴας

Αἴας Sophocles

Stasimon 5

[Episode]
πόνος πόνῳ πόνον φέρει.
Ἡμιχόριον 1
πᾷ πᾷ
 
πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
 
κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.
 
ἰδού. 870
 
δοῦπον αὖ κλύω τινά.
Ἡμιχόριον 2
ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
Ἡμιχόριον 1
τί οὖν δή;
Ἡμιχόριον 2
πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν
Ἡμιχόριον 1
ἔχεις οὖν; 875
Ἡμιχόριον 2
πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον.
Ἡμιχόριον 1
ἀλλʼ οὐδὲ μὲν δὴ τὴν ἀφʼ ἡλίου βολῶν
 
κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
[Choral 1]
τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων
Χορός
ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας, 880
 
ἢ τίς Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶν
 
Βοσπορίων ποταμῶν, τὸν ὠμόθυμον
 
εἴ ποθι πλαζόμενον λεύσσων 885
 
ἀπύοι; σχέτλια γὰρ
 
ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων
 
οὐρίῳ μὴ πελάσαι δρόμῳ,
 
ἀλλʼ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου. 890
Τέκμησσα
ἰώ μοί μοι.
Χορός
τίνος βοὴ πάραυλος ἐξέβη νάπους;
Τέκμησσα
ἰὼ τλήμων.
Χορός
τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ
 
Τέκμησσαν, οἴκτῳ, τῷδε συγκεκραμένην. 895
Τέκμησσα
ᾤχωκʼ, ὄλωλα, διαπεπόρθημαι, φίλοι.
Χορός
τί δʼ ἔστιν;
Τέκμησσα
Αἴας ὅδʼ ἡμῖν ἀρτίως νεοσφαγὴς
 
κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.
Χορός
ὤμοι ἐμῶν νόστων· 900
 
ὤμοι, κατέπεφνες, ἄναξ,
 
τόνδε συνναύταν, τάλας
 
ὦ ταλαίφρων γύναι·
Τέκμησσα
ὡς ὧδε τοῦδʼ ἔχοντος αἰάζειν πάρα.
Χορός
τίνος ποτʼ ἆρʼ ἔπραξε χειρὶ δύσμορος; 905
Τέκμησσα
αὐτὸς πρὸς αὑτοῦ, δῆλον· ἐν γάρ οἱ χθονὶ
 
πηκτὸν τόδʼ ἔγχος περιπετὲς κατηγορεῖ.
Χορός
ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρʼ αἱμάχθης, ἄφαρκτος φίλων·
 
ἐγὼ δʼ ὁ πάντα κωφός, ὁ πάντʼ ἄϊδρις,
 
κατημέλησα. πᾷ πᾷ
 
κεῖται ὁ δυστράπελος, δυσώνυμος Αἴας;
Τέκμησσα
οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ 915
 
φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ
 
οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπειν
 
φυσῶντʼ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας
 
πληγῆς μελανθὲν αἷμʼ ἀπʼ οἰκείας σφαγῆς. 920
 
οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;
 
ποῦ Τεῦκρος; ὡς ἀκμαῖʼ ἄν, εἰ βαίη, μόλοι,
 
πεπτῶτʼ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
 
ὦ δύσμορʼ Αἴας, οἷος ὢν οἵως ἔχεις,
 
ὡς καὶ παρʼ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν. 925
Χορός
ἔμελλες, τάλας, ἔμελλες χρόνῳ
 
στερεόφρων ἄρʼ ἐξανύσσειν κακὰν
 
μοῖραν ἀπειρεσίων πόνων. τοῖά μοι 930
 
πάννυχα καὶ φαέθοντʼ ἀνεστέναζες
 
ὠμόφρων ἐχθοδόπʼ Ἀτρείδαις
 
οὐλίῳ σὺν πάθει.
 
μέγας ἄρʼ ἦν ἐκεῖνος ἄρχων χρόνος
 
πημάτων, ἦμος ἀριστόχειρ 935
 
ὅπλων ἔκειτʼ ἀγὼν πέρι.
Τέκμησσα
ἰώ μοί μοι.
Χορός
χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.
Τέκμησσα
ἰώ μοί μοι.
Χορός
οὐδέν σʼ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι, 940
 
τοιοῦδʼ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
Τέκμησσα
σοὶ μὲν δοκεῖν ταῦτʼ ἔστʼ, ἐμοὶ δʼ ἄγαν φρονεῖν.
Χορός
ξυναυδῶ.
Τέκμησσα
οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
 
χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί. 945
Χορός
ὤμοι, ἀναλγήτων
 
δισσῶν ἐθρόησας ἄναυδʼ
 
ἔργʼ Ἀτρειδᾶν τῷδʼ ἄχει.
 
ἀλλʼ ἀπείργοι θεός.
Τέκμησσα
οὐκ ἂν τάδʼ ἔστη τῇδε μὴ θεῶν μέτα. 950
Χορός
ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν.
Τέκμησσα
τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς
 
Παλλὰς φυτεύει πῆμʼ Ὀδυσσέως χάριν.
Χορός
ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ,
 
γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν 955
 
πολὺν γέλωτα, φεῦ φεῦ,
 
ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι. 960

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme