Thesauros Literature Tragedy Αἴας

Αἴας

Αἴας Sophocles

Stasimon 4

[Choral 1]
ἔφριξʼ ἔρωτι, περιχαρὴς δʼ ἀνεπτόμαν.
Χορός
ἰὼ ἰὼ Πὰν Πάν,
 
ὦ Πὰν Πὰν ἁλίπλαγκτε, Κυλλανίας χιονοκτύπου 695
 
πετραίας ἀπὸ δειράδος φάνηθʼ, ὦ
 
θεῶν χοροποίʼ ἄναξ, ὅπως μοι
 
Νύσια Κνώσιʼ ὀρχήματʼ αὐτοδαῆ ξυνὼν ἰάψῃς· 700
 
νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
 
Ἰκαρίων δʼ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων
 
ὁ Δάλιος εὔγνωστος 705
 
ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
 
ἔλυσεν αἰνὸν ἄχος ἀπʼ ὀμμάτων Ἄρης.
 
ἰὼ ἰώ, νῦν αὖ,
 
νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος
 
θοᾶν ὠκυάλων νεῶν, ὅτʼ Αἴας 710
 
λαθίπονος πάλιν, θεῶν δʼ αὖ
 
πάνθυτα θέσμιʼ ἐξήνυσʼ εὐνομίᾳ σέβων μεγίστᾳ.
 
πάνθʼ ὁ μέγας χρόνος μαραίνει,
 
κοὐδὲν ἀναύδατον φατίσαιμʼ ἄν, εὖτέ γʼ ἐξ ἀέλπτων 715
 
Αἴας μετανεγνώσθη
 
θυμοῦ τʼ Ἀτρείδαις μεγάλων τε νεικέων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme