Thesauros Literature Tragedy Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Epeisodion 2

Φύλαξ
ἥδʼ ἔστʼ ἐκείνη τοὔργον ἡ ʼξειργασμένη·
 
τήνδʼ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων; 385
Χορός
ὅδʼ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.
Κρέων
τί δʼ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;
Φύλαξ
ἄναξ, βροτοῖσιν οὐδέν ἔστʼ ἀπώμοτον.
 
ψεύδει γὰρ ἡ ʼπίνοια τὴν γνώμην· ἐπεὶ
 
σχολῇ ποθʼ ἥξειν δεῦρʼ ἂν ἐξηύχουν ἐγὼ 390
 
ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε
 
ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παρʼ ἐλπίδας χαρὰ
 
ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,
 
ἥκω, διʼ ὅρκων καίπερ ὢν ἀπώμοτος,
 
κόρην ἄγων τήνδʼ, ἣ καθῃρέθη τάφον 395
 
κοσμοῦσα. κλῆρος ἐνθάδʼ οὐκ ἐπάλλετο,
 
ἀλλʼ ἔστʼ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.
 
καὶ νῦν, ἄναξ, τήνδʼ αὐτός, ὡς θέλεις, λαβὼν
 
καὶ κρῖνε κἀξέλεγχʼ· ἐγὼ δʼ ἐλεύθερος
 
δίκαιός εἰμι τῶνδʼ ἀπηλλάχθαι κακῶν. 400
Κρέων
ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;
Φύλαξ
αὕτη τὸν ἄνδρʼ ἔθαπτε· πάντʼ ἐπίστασαι.
Κρέων
ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;
← Önceki bölüm Epeisodion 2 · 1 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme