Thesauros Literature Tragedy Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Stasimon 1

[Choral 1]
πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει.
Χορός
τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ
 
χωρεῖ, περιβρυχίοισιν 335
 
περῶν ὑπʼ οἴδμασιν.
 
θεῶν τε τὰν ὑπερτάταν, Γᾶν
 
ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται
 
ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος
 
ἱππείῳ γένει πολεύων. 340
 
κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει
 
καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τʼ εἰναλίαν φύσιν 345
 
σπείραισι δικτυοκλώστοις,
 
περιφραδὴς ἀνήρ·
 
κρατεῖ δὲ μηχαναῖς ἀγραύλου
 
θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θʼ 350
 
ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν
 
οὔρειόν τʼ ἀκμῆτα ταῦρον.
[Choral 2]
καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶ ἀστυνόμους 355
Χορός
ὀργὰς ἐδιδάξατο καὶ δυσαύλων
 
πάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέλη
 
παντοπόρος· ἄπορος ἐπʼ οὐδὲν ἔρχεται
 
τὸ μέλλον· Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται· 360
 
νόσων δʼ ἀμηχάνων φυγὰς ξυμπέφρασται.
 
σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδʼ ἔχων 365
 
τοτὲ μὲν κακόν, ἄλλοτʼ ἐπʼ ἐσθλὸν ἕρπει,
 
νόμους γεραίρων χθονὸς θεῶν τʼ ἔνορκον δίκαν,
 
ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν 370
 
ξύνεστι τόλμας χάριν. μήτʼ ἐμοὶ παρέστιος
 
γένοιτο μήτʼ ἴσον φρονῶν ὃς τάδʼ ἔρδει. 375
[Choral]
ἐς δαιμόνιον τέρας ἀμφινοῶ
Χορός
τόδε· πῶς εἰδὼς ἀντιλογήσω
 
τήνδʼ οὐκ εἶναι παῖδʼ Ἀντιγόνην.
 
ὦ δύστηνος
 
καὶ δυστήνου πατρὸς Οἰδιπόδα, 380
 
τί ποτʼ; οὐ δή που σέ γʼ ἀπιστοῦσαν
 
τοῖς βασιλείοισιν ἄγουσι νόμοις
 
καὶ ἐν ἀφροσύνῃ καθελόντες;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme