Thesauros Literature Tragedy Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Epeisodion 6

Ἄγγελος
Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος, 1155
 
οὐκ ἔσθʼ ὁποῖον στάντʼ ἂν ἀνθρώπου βίον
 
οὔτʼ αἰνέσαιμʼ ἂν οὔτε μεμψαίμην ποτέ.
 
τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει
 
τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί·
 
καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς. 1160
 
Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,
 
σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα
 
λαβών τε χώρας παντελῆ μοναρχίαν
 
ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
 
καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς 1165
 
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ
 
ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν.
 
πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα
 
καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ
 
τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς 1170
 
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Χορός
τί δʼ αὖ τόδʼ ἄχθος βασιλέων ἥκεις φέρων;
Ἄγγελος
τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.
Χορός
καὶ τίς φονεύει; τίς δʼ ὁ κείμενος; λέγε.
Ἄγγελος
Αἵμων ὄλωλεν· αὐτόχειρ δʼ αἱμάσσεται. 1175
Χορός
πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;
Ἄγγελος
αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.
Χορός
ὦ μάντι, τοὔπος ὡς ἄρʼ ὀρθὸν ἤνυσας.
Ἄγγελος
ὡς ὧδʼ ἐχόντων τἄλλα βουλεύειν πάρα.
Χορός
καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ 1180
 
δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων
 
ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.
Εὐρυδίκη
ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην
 
πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς
 
ὅπως ἱκοίμην εὐγμάτων προσήγορος. 1185
 
καὶ τυγχάνω τε κλῇθρʼ ἀνασπαστοῦ πύλης
 
χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ
 
βάλλει διʼ ὤτων· ὑπτία δὲ κλίνομαι
 
δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι.
 
ἀλλʼ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε· 1190
 
κακῶν γὰρ οὐκ ἄπειρος οὖσʼ ἀκούσομαι.
Ἄγγελος
ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ
 
κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος.
 
τί γάρ σε μαλθάσσοιμʼ ἂν ὧν ἐς ὕστερον
 
ψεῦσται φανούμεθʼ; ὀρθὸν ἁλήθειʼ ἀεί. 1195
 
ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει
 
πεδίον ἐπʼ ἄκρον, ἔνθʼ ἔκειτο νηλεὲς
 
κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·
 
καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν
 
Πλούτωνά τʼ ὀργὰς εὐμενεῖς κατασχεθεῖν 1200
 
λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν
 
θαλλοῖς ὃ δὴ 'λέλειπτο συγκατῄθομεν,
 
καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς
 
χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης
 
νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν. 1205
 
φωνῆς δʼ ἄπωθεν ὀρθίων κωκυμάτων
 
κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,
 
καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών.
 
τῷ δʼ ἀθλίας ἄσημα περιβαίνει βοῆς
 
ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δʼ ἔπος 1210
 
ἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ,
 
ἆρʼ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην
 
κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;
 
παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι,
 
ἴτʼ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ 1215
 
ἀθρήσαθʼ, ἁρμὸν χώματος λιθοσπαδῆ
 
δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος
 
φθόγγον συνίημʼ ἢ θεοῖσι κλέπτομαι.
 
τάδʼ ἐξ ἀθύμου δεσπότου κελευσμάτων
 
ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι 1220
 
τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,
 
βρόχῳ μιτώδει σινδόνος καθημμένην,
 
τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,
 
εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν
 
καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος. 1225
 
ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω
 
χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·
 
ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα
 
νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;
 
ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι. 1230
 
τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς,
 
πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους
 
ἕλκει διπλοῦς κνώδοντας. ἐκ δʼ ὁρμωμένου
 
πατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ ὁ δύσμορος
 
αὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶς 1235
 
ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸν
 
ἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται.
 
καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν
 
λευκῇ παρειᾷ φοινίου σταλάγματος.
 
κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ 1240
 
τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,
 
δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν
 
ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.
Χορός
τί τοῦτʼ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν
 
φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον. 1245
Ἄγγελος
καὐτὸς τεθάμβηκʼ· ἐλπίσιν δὲ βόσκομαι
 
ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους
 
οὐκ ἀξιώσειν, ἀλλʼ ὑπὸ στέγης ἔσω
 
δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
 
γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν. 1250
Χορός
οὐκ οἶδʼ· ἐμοὶ δʼ οὖν ἥ τʼ ἄγαν σιγὴ βαρὺ
 
δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
Ἄγγελος
ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετον
 
κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
 
δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις. 1255
 
καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme